1

 2

 3

3

54 Εἶδον ἄνδρας φθείροντας παρθένους ἐν δόγμασι καὶ ματαίαν ποιοῦντας τὴν παρθενείαν αὐτῶν. σὺ δὲ ἄκουε, τέκνον, δογμάτων ἐκκλησίας κυρίου, καὶ μηδεὶς ἀλλότριος μεταπείσῃ σε. δίκαιοι γὰρ κληρονομήσουσι φῶς, ἀσεβεῖς δὲ οἰκήσουσι σκότος.

55 Παρθένοι ὀφθαλμοὶ ὄψονται κύριον. ἀκοαὶ δὲ παρθένων ἀκούσονται λόγων αὐτοῦ. παρθένων στόμα φιλήσει νυμφίον αὐτοῦ. ὄσφρησις δὲ παρθένων ἐπ' ὀσμὴν μύρων αὐτοῦ δραμεῖται. χεῖρες παρθένοι ψηλαφήσουσι κύριον, καὶ ἁγνεία σαρκὸς εὐπρόσδεκτος ἔσται. παρθένος ψυχὴ στεφανωθήσεται, καὶ μετὰ τοῦ νυμφίου αὐτῆς βιώσεται διὰ παντός. ἔνδυμα πνευματικὸν δοθήσεται αὐτῇ, καὶ μετὰ ἀγγέλων ἐν οὐρανοῖς ἑορτάσει. ἄσβεστον ἀνάψει λαμπάδα, καὶ ἔλαιον οὐ λείψει ἐν τοῖς ἀγγείοις αὐτῆς. λήψεται πλοῦτον αἰώνιον, καὶ κληρονομήσει βασιλείαν τὴν τοῦ θεοῦ.

56 Οἱ ἐμοὶ λόγοι, τέκνον, εἴρηνται πρός σε, τὰ δὲ ἐμὰ ῥήματα τηρείτω σὴ καρδία. μέμνησο Χριστοῦ τοῦ φυλάσσοντός σε, καὶ μὴ ἐπιλάθῃ τῆς προσκυνητῆς τριάδος.