1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

161

γενομένοις ἑνούμενος, τό πᾶν ἑαυτοῦ ποιεῖται δι᾿ ἀγαθότητα». Τοῦτ᾿ ἄρα τό θεοποιόν ἐστι δῶρον, ὅ θεότητα καλέσας ὁ ἐξ Ἀρείου Πάγου τῶν Ἀθηνῶν φανότατος φωστήρ ἐπέκεινα ταύτης εἶναι λέγει τόν Θεόν. Ποῦ δή σοι ἡ γνῶσις καί ἡ μίμησις καί ἡ ἀφαίρεσις, δι᾿ ὧν σύ σπεύδεις ἀφαιρεὶσθαι τῶν πολλῶν καί τήν ἐκ πίστεως γνῶσιν τῆς ὑπέρ ἡμᾶς καί ὄντως θεομιμησίας;

«Ἀλλ᾿ οὐχί καί ὑπέρ τό καθ᾿ ὑπεροχήν μή ὄν τόν Θεόν εἴρηκε», φησίν, «εἰ καί ὑπέρ ταύτην τήν θεότητα προσεῖπε τοῦτον». Σοί γε οὐκ εἴρηκεν, εὖ οἶδα˙ λαλεῖ γάρ οὐκ εἰς (σελ. 720) τά σά, ἀλλ᾿ εἰς ὦτα ἀκουόντων˙ ἔστι γάρ μακάριος. Ὅταν γάρ λέγῃ τόν Θεόν ὑπερουσίως ἔχειν τό ὑπερούσιον, τί γε ἄλλο λέγει ἤ ὅτι ἐπεί ὑπερούσιόν ἐτι τό καθ᾿ ὑπεροχήν μή ὄν, ὑπέρ τοῦτο ὁ Θεός ἐστιν, ὑπερουσίως ἔχων τό ὑπερούσιον; Τί δέ ὁ λέγων, μᾶλλον δέ οἱ λέγοντες, "ἕν γάρ εἰσι" κατά τήν δεσποτικήν εὐχήν καί δι᾿ ἑνός τούς ἁγίους ἅπαντας προάγομεν, τί οὖν οἱ λέγοντες τῆς καθ᾿ ὑπερουσιότητα θέωσεως ἀπείρως ἐξῃρημένον εἶναι τόν Θεόν; Τί δέ ὁ εἰπών πάσης θέσεως καί ἀφαιρέσεως ἐπέκεινα εἶναι τήν τοῦ Θεοῦ ὑπεροχήν; Ἆρ᾿ οὐχ ὑπέρ τό καθ᾿ ὑπεροχήν μή ὄν, καί ὑπέρ τήν ἄκτιστον ἀθανασίαν καί ζωήν καί ἀγαθότητά φασιν εἶναι τόν Θεόν, εἰ καί σύ τούς τοῦτο λέγοντας, πρός τό τῆς αὐτῶν ἀσφαλοῦς θεολογίας ὕψος ἀτενίζειν οὐ δυνάμενος, φεῦ τῆς τόλμης, φεῦ τῆς ἀπάτης ἥν ἐπεπόνθεις, ἀσεβεῖς τρανῶς προσείρηκας καί ἀπεκήρυξας ἅπαντας; Ἀλλ᾿ ἐκεῖνοι σοῦ καί τῆς σῆς χαμαιζήλου γνώμης καί τῆς πάντα τολμώσης γλώττης μηδένα λόγον ποιούμενοι, καί τό "ἀπειράκις ἀπείρως" ἐπί τῶν τοιούτων πάντων τῇ θείᾳ προσέθηκαν ὑπεροχῇ, κοινῇ πάσαις ἐννοίαις καί πᾶσι ρήμασιν ἄφραστον εἰδότες αὐτήν. Ἀλλά τούτων μέν ἅλις.

Ὅπως δέ καί τήν ἀρετήν κακίαν οὗτος ἐποίησεν, ὡς ἐν βραχεῖ δεικτέον. Ἀπάθειαν εἶναι λέγει τήν τοῦ παθητικοῦ καθ᾿ ἕξιν νέκρωσιν. «Αἱ γάρ τούτου», φησίν, «ἐνέργειαι μάλιστα πάντων ἐκτυφλοῦσι καί κατορύττουσι τό θεῖον ὄμμα˙ δεῖ δή κατά μηδεμίαν ἑαυτοῦ δύναμιν τοῦτο ἐνεργόν ἐᾶν». Βαβαί˙ πῶς κατορύττει τό θεῖον ὄμμα τά πρός τά πονηρά μῖσος καί ἡ πρός τόν Θεόν καί τόν πλησίον ἀγάπη; Καί ταῦτα γάρ τοῦ παθητικοῦ εἰσιν ἐνέργειαι˙ ταύτῃ γάρ τῇ δυνάμει τῆς ψυχῆς ἀγαπῶμέν τε καί ἀποτρεπόμεθα, οἰκειούμεθά τε καί ἀλλοτριούμεθα˙ μετάθεσιν τοίνυν οἱ ἐρασταί τῶν καλῶν (σελ. 722) ποιοῦται τῆς δυνάμεως ταύτης ἀλλ᾿ οὐχί νέκρωσιν, οὐκ ἀκίνητον κατακλείσαντες ἐν ἑαυτοῖς, ἀλλ᾿ ἐνεργόν δείξαντες ἐν τῇ πρός τόν Θεόν καί τόν πλησίον ἀγάπῃ, αἷς δυσίν ἐντολαῖς κατά τόν τοῦ Κυρίου λόγον «ἅπας ὁ νόμος καί οἱ προφῆται κρέμανται». Εἰ δ᾿ αὕται τό θεῖον ὄμμα κατορύττουσι καί τόν κατ᾿ αὐτάς ζῶντα ἐμπαθῆ ποιοῦσι, τίς τῶν ἄλλων ἀρετῶν οὐ κακία; Τούτων μέν οὖν ἕκαστον διά τε τῶν προτέρων ἡμετέρων λόγων κἀν τοῖς νῦν ἡμῖν προτεθειμένοις ἐδείξαμεν, καταλέξαντες καί ἐξελέγξαντες καί ὅσα καθ᾿ ἡμῶν καί τῶν ἐφ᾿ ἡμῶν πατέρων ἐντεκών τοῖς οἰκείοις λόγοις προὔθηκεν, ἐγκαλλωπιζόμενοι τῷ κοινωνοί γενέσθαι τῆς πρός τούς ἁγίους ὕβρεως˙ πάντως γάρ καί τῆς εὐλογίας κοινωνήσομεν αὐτοῖς.

Ἐκεῖνο μέντοι προσήκει συνιδεῖν, ὡς εἴ τις ἐθελήσειε σατανικόν οἷον σύγγραμμα τάς ἀπ᾿ αἰῶνος ἄχρι νῦν πονηράς αἱρέσεις ὀνομάσαι, κατά κεφάλαια διῃρημένον εἰς τάς ἄλλοτε ἄλλως ὑποβολαῖς ἐκείνου φυομένας, ἐπίλογον εἶναι τούτων ἁπασῶν τό τοῦ λατινέλληλος τουτί βιβλίον. Οὐδέ γάρ τῆς παλαιᾶς διαθήκης τοῦ Θεοῦ καταψευσάμενος, τῆς καινῆς ἐφείσατο, οὐδέ εἰς τήν θείαν φύσιν ἁμαρτών, τήν διά σαρκός τοῦ Θεοῦ ἐπιδημίαν εἴασεν ἀνεπηρέαστον, οὐδ᾿ εἰς τήν πνευματικήν ὑβρίσας θεωρίαν, τήν τῆς ἀρετῆς πρᾶξιν ἀδιάβλητον κατέλιπεν, οὐδέ τῷ τῶν μακαρίων ἀνδρῶν κατά τόν νῦν αἰῶνα ἐπιθέμενος ζωῇ, τοῖς τοῦ μέλλοντος αἰῶνος οὐκ