1

 2

 3

 4

 5

 6

4

τιμιωτέρα· ἐξ ἧς ἐκεῖνος οὐ δὲν ἐκωλύθη, καὶ Θεῷ δοθῆναι πρὸ γενέσεως, καὶ χρηματίσαι βλέπων τὰ ἔμπροσθεν· οὐ μόνον δὲ, ἀλ λὰ καὶ χρίειν βασιλέας καὶ ἱερέας, καὶ κρίνειν τοὺς ἐκ τῶν λαμπρῶν πόλεων. Περὶ δὲ τοῦ Σαοὺλ ἤκουον, ὅτι τὰς ὄνους τοῦ πατρὸς ζητῶν, βασιλείαν εὕρα το. Καὶ ∆αβὶδ αὐτὸς ἐκ τῶν ποιμνίων τῶν προ βάτων ἀναλαμβάνεται, καὶ ποιμαίνει τὸν Ἰσραήλ. Τί δαὶ Ἀμώς; οὐκ αἰπόλος ὢν, καὶ κνίζων συκάμι να, προφήτειαν πιστεύεται; Καὶ πῶς τὸν Ἰωσὴφ 36.228 παρέδραμον, ὃς καὶ δοῦλος ἐγένετο, καὶ σιτοδότης Αἰγύπτου, καὶ πατὴρ πολλῶν μυριάδων. αἳ τῷ Ἀβραὰμ προηγγέλθησαν; Ἀβραὰμ δὲ, ἵν' εἴ-πω τὸ μεῖζον, οὐ μετανάστης; Μωϋσῆς δὲ, οὐκ ἔκθετος πρότερον, εἶτα νομοθέτης, καὶ στρατηγὸς τῶν πρὸς τὴν γῆν τῆς ἐπαγγελίας ἐπειγομένων, οὐ τὰ μεγάλα καὶ θαυμαστὰ διηγήματα; Ἠπάτα με καὶ ὁ Κάρμηλος Ἡλίου, τὸ τοῦ πυρὸς ἅρμα δεξάμενος· καὶ ἡ μηλωτὴ Ἐλισσαίου, πλείω δυνηθεῖσα, ἢ τὰ σηρῶν νήματα, καὶ ὁ βιασθεὶς εἰς ἐσθῆτα χρυσός. Ἠπάτα με καὶ ἡ ἔρημος Ἰωάννου, τὸν μέγιστον ἐν γεννητοῖς γυναικῶν ἔχουσα, μετὰ τῆς τροφῆς ἐκεί νης, καὶ τῆς ζώνης, καὶ τοῦ ἐσθήματος. Ἐτόλμησά τι καὶ ὑπὲρ ταῦτα, Θεὸν εὗρον τῆς ἐμῆς ἀγροικίας συνήγορον. Μετὰ Βηθλεὲμ ταχθήσομαι, μετὰ τῆς φάτνης ἀτιμασθήσομαι, δι' ἣν σὺ Θεὸν ἀτιμάζων, τί θαυμαστὸν, εἰ ἐκ τῆς αὐτῆς αἰτίας περιφρονεῖς καὶ τὸν κήρυκα; Προσοίσω σοι καὶ τοὺς ἁλιεῖς, καὶ τοὺς εὐαγγελιζομένους πτωχοὺς, πολλῶν πλουσίων προτιμηθέντας. Παύσῃ ποτὲ ταῖς πό λεσιν ἐπαιρόμενος; αἰδεσθήσῃ ποτὲ τὴν ἀπόπτυστόν σοι καὶ ἄτιμον ἐρημίαν; Οὔπω λέγω χροσὸν ἐν ψάμμοις τικτόμενον, καὶ λίθους διαφανεῖς, πετρῶν προβλήματα καὶ δωρήματα οἷς εἰ ἀντιθείην καὶ ὅσα ἐν πόλεσιν ἄτιμα, τάχα ἂν οὐκ εἰς καλὸν τῆς παῤῥησίας ἀπολαύσαιμι.

ΙΑʹ. Ἀλλὰ καὶ ξένος ἡμῖν ὁ κῆρυξ καὶ ὑπερ όριος, τάχα ἂν εἴποι τις τῶν σφόβρα περιγραπτῶν τε καὶ φιλοσάρκων. Οἱ ἀπόστολοι δὲ, οὐ ξένοι τῶν πολλῶν ἐθνῶν τε καὶ πόλεων, εἰς ἃς ἐμερίσθησαν, ἵνα πανταχοῦ δράμῃ τὸ Εὐαγγέλιον, ἵνα μηδὲν ἀλαμπὲς ᾖ τοῦ τρισσοῦ φωτὸς, καὶ τῆς ἀληθείας ἀφώτιστον, ὥστε καὶ τοῖς ἐν σκότῳ καὶ σκιᾷ θανάτου καθ ημένοις λυθῆναι τὴν νύκτα τῆς ἀγνωσίας; Ἵν' ἡμεῖς μὲν, φησὶν, εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτο μὴν, ἤκουσας Παύλου λέγοντος, Ἔστω Πέτρου ἡ Ἰουδαία· τι Παύλῳ κοινὸν πρὸς τὰ ἔθνη, Λουκᾷ πρὸς Ἀχαίαν, Ἀνδρέᾳ πρὸς τὴν Ἤπειρον, Ἰωάννηπρὸς Ἔφεσον, Θωμᾷ πρὸς Ἰνδικὴν, Μάρκῳ πρὸς Ἰταλίαν; τι δαὶ τοῖς ἄλλοις πᾶσιν, ἵνα μὴ τὰ καθ' ἕκαστον λέγω, πρὸς τοὺς οἷς ἐπεδήμησαν; Ὥστε, ἢ κἀκείνοις ἐπιτίμησον, ἢ κἀμοὶ συγχώρησον, ἢ δεῖξον, ὅτι τὸν ἀληθῆ λόγον πρεσβεύων, ἐπηρεάζῃ τὴν φλυαρίαν. Ἐπεὶ δὲ μικροπρεπῶς διελέχθην σοι περὶ τούτων, φέρε, φιλοσοφήσω καὶ μεγαλοπρεπέστερον. 36.229

ΙΒʹ. Πᾶσι μία τοῖς ὑψηλοῖς πατρὶς, ὦ οὗτος, ἡ ἄνω Ἱερουσαλὴμ, εἰς ἣν ἀποτιθέμεθα τὸ πολίτευμα. Πᾶσι γένος ἓν, εἰ μὲν τὰ κάτω βούλει σκοπεῖν, ὁ χοῦς· εἰ δὲ τὰ ὑψηλότερα, τὸ ἐμφύσημα, οὗ μετειλή φαμεν, καὶ ὃ τηρεῖν ἐκελεύσθημεν, καὶ μεθ' οὗ πα ραστῆναί με δεῖ λόγον ὑφέξοντα τῆς ἄνωθεν εὐγε νείας καὶ τῆς εἰκόνος. Πᾶς μὲν οὖν εὐγενὴς, ὁ τοῦτο φυλάξας ἐξ ἀρετῆς, καὶ τῆς πρὸς τὸ ἀρχέτυπον νεύ σεως· δυσγενὴς δὲ ἅπας, ὁ τῇ κακίᾳ συγχέας, καὶ μορφὴν ἑτέραν ἐπιβαλὼν ἑαυτῷ, τὴν τοῦ ὄφεως. Αἱ δὲ κάτω πατρίδες αὗται, καὶ τὰ γένη ταῦτα, τῆς προσκαίρου ζωῆς καὶ σκηνῆς ἡμῶν γέγονε παί γνια. Πατρίς τε γὰρ, ἣν προκατέλαβεν ἕκαστος, ἢ τυραννήσας, ἢ δυστυχήσας, ἧς πάντες ὁμοίως ξένοι καὶ πάροικοι, κἂν ἐπὶ πολὺ τὰ ὀνόματα παίξω μεν. Καὶ γένος εὐγενὲς μὲν, ἢ τὸ πάλαι πλού σιον, ἢ τὸ νῦν φυσώμενον· δυσγενὲς δὲ, τὸ πενήτων πατέρων, ἢ διὰ συμφορὰν, ἢ δι' ἐπιείκειαν. Ἐπεὶ πῶς ἄνωθεν εὐγενὲς, οὗ τὸ μὲν ἄρχεται νῦν, τὸ δὲ καταλύεται· καὶ τοῖς μὲν οὐ δίδοται, τοῖς δὲ γράφε ται; Οὕτως ἐγὼ περὶ τούτων ἔχω. Καὶ διὰ τοῦτο, σὲ μὲν ἀφίημι