1

 2

 3

 4

 5

 6

6

ἐμῶν. Τοιαῦτα τὰ Θεὸν γινώσκοντα, καὶ Θεῷ γινωσκόμενα. Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, ἧς ἤκουσα παρὰ τῶν θείων λογίων, ἣν ἐδιδάχθην παρὰ τῶν ἁγίων Πατέρων, ἣν ἐδίδαξα κατὰ πάντα καιρὸν ὁμοίως, οὐ συμμορφούμενος τοῖς καιροῖς, καὶ διδάσκων οὐ παύσομαι, μεθ' ἧς ἐγεννήθην, καὶ ᾗ συναπέρχομαι.

Ι ςʹ. Ταῦτα καλῶ κατ' ὄνομα (οὐκ ἀνώνυμα γὰρ, ὥσπερ οὐδὲ ἀστέρες ἀριθμούμενοι καὶ ὀνομαζόμε νοι), καὶ ἀκολουθοῦσί μοι, ἐκτρέφω γὰρ ἐπὶ ὕδατος ἀναπαύσεως· ἀκολουθοῦσι δὲ καὶ παντὶ τοιούτῳ ποιμένι, οὗ τὴν φωνὴν ὁρᾶτε, ὅπως ἡδέως ἤκουσαν· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ' αὐτοῦ, ὅτι διαγνωστικὴν ἕξιν ἔχουσιν ἤδη φωνῆς οἰκείας καὶ ἀλλοτρίας. Φεύξονται Οὐαλεντίνου τὴν τοῦ ἑνὸς εἰς δύο κατατομὴν, οὐκ ἄλλον τοῦ ἀγαθοῦ τὸν ∆ημιουργὸν πιστεύοντες, καὶ τὸν Βυ θὸν, καὶ τὴν Σιγὴν, καὶ τοὺς μυθικοὺς Αἰῶνας, τὰ βυθοῦ καὶ σιγῆς ὄντος ἄξια. Φεύξονται Μαρκίωνος τὸν ἐκ στοιχείων καὶ ἀριθμῶν Θεόν· Μοντανοῦ τὸ πονηρὸν πνεῦμα καὶ γυναικεῖον· Μάνου τὴν ὕλην μετὰ τοῦ σκότους· Ναυάτου τὴν ἀλαζο νείαν, καὶ τὴν ἐν ῥήμασι καθαρότητα· Σαβελλίου τὴν ἀνάλυσιν καὶ τὴν σύγχυσιν, καὶ τὴν, ἵν' οὕτως εἴπω, κατάποσιν, τὰ τρία εἰς ἓν συναιροῦν τος, ἀλλ' οὐκ ἐν τρισὶν ὑφεστῶσι τὸ ἓν ὁρίζοντος· Ἀρείου καὶ τῶν ὑπ' Ἀρείῳ τὴν τῶν φύσεων ἀλλο 36.236 τρίωσιν, καὶ τὸν καινὸν Ἰουδαϊσμὸν, μόνῳ τῷ ἀγεν νήτῳ τὴν θεότητα περιγράφοντος· Φωτεινοῦ τὸν κάτω Χριστὸν, καὶ ἀπὸ Μαρίας ἀρχόμενον. Αὖ τοὶ δὲ προσκυνοῦσι τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, μίαν θεότητα· Θεὸν τὸν Πατέρα, Θεὸν τὸν Υἱὸν, Θεὸν, εἰ μὴ τραχύνῃ, τὸ Πνεῦμα τὸ ἅγιον, μίαν φύσιν ἐν τρισὶν ἰδιότησι, νοεραῖς, τε λείαις, καθ' ἑαυτὰς ὑφεστώσαις, ἀριθμῷ διαιρεταῖς, καὶ οὐ διαιρεταῖς θεότητι.

ΙΖʹ. Τούτων παραχωρείτω μοι τῶν φωνῶν πᾶς ὁ ἀπειλῶν σήμερον· τῶν δὲ ἄλλων μεταποιείσθωσαν οἱ βουλόμενοι. Οὐκ ἀνέχεται Πατὴρ Υἱὸν ζη μιούμενος, οὐδὲ Υἱὸς τὸ Πνεῦμα τὸ ἅγιον· ζη μιοῦται δὲ, εἰ ποτὲ, καὶ εἰ κτίσματα. Οὐ γὰρ Θεὸς τὸ κτιζόμενον. Οὐ φέρω ζημιούμενος, οὐδὲ ἐγὼ τὴν τε λείωσιν. Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα. Εἰ τοῦτο ἀκυρωθείη μοι, παρὰ τίνος ἕξω τὸ δεύτερον; Τί φατὲ, οἱ καταβαπτίζοντες, ἢ ἀναβαπτίζοντες; Ἔστιν εἶναι πνευματικὸν δίχα Πνεύματος; Μετέχει δὲ Πνεύματος ὁ μὴ τιμῶν τὸ Πνεῦμα; Τιμᾷ δὲ ὁ εἰς κτίσμα καὶ ὁμόδουλον βαπτιζόμενος; Οὐκ ἔστιν, οὐχ οὕτω, πολλὰ ἐρεῖς. Οὐ ψεύσομαί σε, Πάτερ ἄναρχε· οὐ ψεύσομαί σε, μονογενὲς Λόγε· οὐ ψεύσομαί σε, τὸ Πνεῦμα τὸ ἅγιον. Οἶδα τίνι ὡμολόγησα, καὶ τίνι ἀπεταξάμην, καὶ τίνι συνεταξάμην. Οὐ δέχομαι τὰς πιστοῦ φωνὰς διδαχθῆναι, καὶ μαθεῖν ἀπίστους· ὁμολογῆσαι ἀλήθειαν, καὶ γενέσθαι μετὰ τοῦ ψεύ δους· ὡς τελειούμενος κατελθεῖν, καὶ ἀνελ θεῖν ἀτελέστερος· ὡς ζησόμενος βαπτισθῆναι, καὶ ἐννεκρωθῆναι τῷ ὕδατι, καθάπερ τὰ ταῖς ὠδῖσιν ἐναποθανόντα κυήματα, καὶ σύνδρομον λαβόντα τῇ γεννήσει τὸν θάνατον. Τί με ποιεῖς μακάριον ἐν ταυτῷ καὶ ἄθλιον, νεοφώτιστον καὶ ἀφώτιστον, θεῖον καὶ ἄθεον, ἵνα ναυαγήσω καὶ τὴν ἐλπίδα τῆς ἀναπλά σεως; Βραχὺς ὁ λόγος· μνήσθητι τῆς ὁμολογίας. Εἰς τί ἐβαπτίσθης; εἰς Πατέρα; Καλῶς· πλὴν, Ἰου-δαϊκὸν ἔτι. Εἰς Υἱόν; Καλῶς· οὐκ ἔτι μὲν Ἰου δαϊκὸν, οὔπω δὲ τέλειον. Εἰς τὸ ἅγιον Πνεῦμα; Ὑπέρευγε· τοῦτο τέλειον. Ἆρ' οὖν ἁπλῶς εἰς ταῦτα, ἢ καί τι κοινὸν τούτων ὄνομα; Ναὶ κοινόν. Τί τοῦτο; ∆ηλαδὴ τὸ τοῦ Θεοῦ. Εἰς τοῦτο τὸ κοινὸν 36.237 ὄνομα πίστευε, καὶ κατευοδοῦ, καὶ βασίλευε, καὶ με-ταβήσῃ ἐντεῦθεν εἰς τὴν ἐκεῖθεν μακαριότητα. Ἡ δέ ἐστιν, ὡς ἐμοί γε δοκεῖ, ἡ τούτων αὐτῶν ἐκτυ-πωτέρα κατάληψις· εἰς ἣν φθάσαιμεν καὶ ἡμεῖς, ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ-νων Ἀμήν.