1

 2

 3

 4

 5

3

βαρυκάρδιοι; Ἵνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖτε ψεῦδος, οὐ μίαν, οὐδ' ἁπλὴν θεότητος φύσιν εἰσάγοντες, ἀλλ' ἤτοι τρεῖς ἀπεξενωμένας ἀλλήλων καὶ διεσπασμένας, οὐ θαυμαστὸν δὲ εἰπεῖν, καὶ μα χομένας ὑπερβολαῖς καὶ ἐλλείψεσιν· ἢ μίαν μὲν, μι κροπρεπῆ δέ τινα καὶ στενὴν, οὐκ ἔχουσαν τὸ μεγά λων εἶναι ἀρχὴν, ὥσπερ οὐ δυνηθεῖσαν, ἢ οὐ θελήσα σαν· καὶ τοῦτο διχῶς, ἢ διὰ φθόνον, ἢ διὰ φόβον· τὸ μὲν, ἵνα μή τι ὁμότιμον συνεισάγηται, τὸ δὲ, ἵνα μὴ ἐχθρὸν καὶ μαχόμενον; Καίτοι ὅσῳ τιμιώτερον Θεὸς κτισμάτων, τοσούτῳ μεγαλοπρεπέστερον τῇ πρώτῃ αἰτίᾳ, θεότητος εἶναι ἀρχὴν, ἢ κτισμάτων· καὶ διὰ θεότητος μέσης ἐλθεῖν ἐπὶ τὰ κτίσματα, ἢ τοὐναν τίον, τούτων ἕνεκεν ὑποστῆναι θεότητα, ὃ δοκεῖ τοῖς λίαν ἐξεταστικοῖς τε καὶ μετεώροις.

Ζʹ. Εἰ μὲν γὰρ ἐμέλλομεν, Υἱοῦ καὶ Πνεύματος τὴν ἀξίαν ὁμολογοῦντες, ἢ ἄναρχα ταῦτα εἰσάγειν, ἢ εἰς ἑτέραν ἀρχὴν ἀνάγειν, δέος ἂν ἦν ὄντως μὴ ἀτι μασθῇ Θεὸς, ἢ κινδυνεύσῃ παρ' ἡμῶν τὸ ἀντίθεον. Εἰ δὲ ὅσον ἂν ἐξαίρῃς τὸν Υἱὸν, ἢ τὸ Πνεῦμα, 35.1160 οὐχ ὑπὲρ τὸν Πατέρα θήσεις, οὐδὲ τῆς αἰτίας ἀποξενώσεις, ἀλλ' ἐκεῖσε ἀνάγεις τὸ καλὸν γέννημα, καὶ τὴν θαυμασίαν πρόοδον· προσερήσομαί σε ὀλίγον, φιλαγέννητε σὺ καὶ φιλάναρχε, πότερος Θεὸς ἀτιμά ζει μᾶλλον, ὁ τοιούτων τιθεὶς ἀρχὴν, οἵων αὐτὸς εἰσ άγεις, ἢ ὁ μὴ τοιούτων, ἀλλ' ὁμοίων τὴν φύσιν, καὶ ὁμοδόξων, καὶ οἵων ὁ ἡμέτερος βούλεται λόγος; Ἀλλὰ σοὶ μὲν εἰς τιμὴν μέγα καὶ μέγιστον ὁ σὸς υἱὸς, καὶ τοσούτῳ μᾶλλον, ὅσῳπερ ἂν τὰ πάντα πατρῴζῃ, καὶ χαρακτὴρ ᾖ γνήσιος τοῦ γεννήσαντος, καὶ οὐκ ἂν δέξαιο μυρίων ἀνδραπόδων εἶναι μᾶλλον δεσπότης, ἢ ἑνὸς γεννήτωρ παιδός· τῷ Θεῷ δὲ ἄλλο τι μεῖζον, ἢ Υἱοῦ τυγχάνειν Πατέρα, ὃ προσθήκη δόξης ἐστὶν, οὐχ ὑφαίρεσις, ὡς δὲ καὶ προβολέα Πνεύματος; Ἢ ἀγνοεῖς, ὅτι σὺ μὲν κτισμάτων τιθεὶς ἀρχὴν, λέγω δὴ Υἱοῦ καὶ Πνεύματος, οὔτε τὴν ἀρχὴν τιμᾷς, καὶ ἀτιμάζεις τὰ ἐξ αὐτῆς; Τὴν μὲν, ὅτι μικρῶν εἰσ άγεις ἀρχὴν, καὶ ἀναξίων θεότητος· τὰ δὲ, ὅτι μι κρὰ, καὶ μὴ κτίσματα μόνον, ἀλλὰ καὶ πάντων κτι σμάτων ποιεῖς ἀτιμότερα· εἴ γε τούτων ἕνεκεν ὑπ έστη, καὶ ποτὲ, ὥσπερ ὄργανα τεχνίτῃ πρὸ τῶν τε χνιτῶν πρότερον οὐκ ὄντα, οὐδ' ἂν ἄλλως γενόμε να, εἰ μή τι κτίσαι δι' αὐτῶν ἐβουλήθη Θεὸς, ὡς οὐκ ἀρκοῦντος τοῦ βούλεσθαι. Πᾶν γὰρ ὅ τινος ἕνεκεν, ἀτιμότερον ἐκείνου δι' ὃ γεγένηται.

Ηʹ. Ἐγὼ δὲ θεότητος ἀρχὴν εἰσάγων ἄχρονον, καὶ ἀχώριστον, καὶ ἀόριστον, τήν τε ἀρχὴν τιμῶ, καὶ τὰ ἐκ τῆς ἀρχῆς ἐπίσης· τὴν μὲν, ὅτι τοιούτων ἀρχή· τὰ δὲ, ὅτι οὕτως καὶ τοιαῦτα, καὶ ἐκ τοιού του, μήτε τῷ ποτὲ, μήτε τῇ φύσει, μήτε τῷ σεπτῷ διειργόμενα· ἓν ὄντα διῃρημένως, καὶ διαιρούμενα συνημμένως, εἰ καὶ παράδοξον τοῦτο εἰπεῖν· οὐχ ἧτ τον ἐπαινετὰ τῆς πρὸς ἄλληλα σχέσεως, ἢ καθ' ἑαυ τὸ ἕκαστον νοούμενόν τε καὶ λαμβανόμενον. Τριάδα τελείαν ἐκ τελείων τριῶν, μονάδος μὲν κινηθείσης διὰ τὸ πλούσιον, δυάδος δὲ ὑπερβαθείσης (ὑπὲρ γὰρ τὴν ὕλην καὶ τὸ εἶδος), ἐξ ὧν τὰ σώματα, Τριά δος δὲ ὁρισθείσης διὰ τὸ τέλειον, πρώτη γὰρ ὑπερ βαίνει δυάδος σύνθεσιν, ἵνα μήτε στενὴ μένῃ ἡ θεό της, μήτε εἰς ἄπειρον χέηται. Τὸ μὲν γὰρ ἀφιλότιμον, τὸ δὲ ἄτακτον· καὶ τὸ μὲν Ἰουδαϊκὸν παντελῶς, τὸ δὲ Ἑλληνικὸν καὶ πολύθεον. 35.1161

Θʹ. Σκοπῶ δὲ κἀκεῖνο, καὶ ἴσως οὐκ ἀπαιδεύτως, οὐδὲ ἀμαθῶς, ἀλλὰ καὶ λίαν ἐπεσκεμμένως, ὅτι σοὶ μὲν κίνδυνος οὐδὲ εἷς γεννητὸν εἰσάγοντι τὸν Υἱόν. Οὐ γὰρ μὴ πάθῃ τι γεννῶν ὁ ἀγέννητος τῶν σωματι κῶν τε καὶ ὑλικῶν, ὅτι μηδὲ σῶμα, καὶ τοῦτο αἱ κοι ναὶ περὶ Θεοῦ παραχωροῦσιν ὑπολήψεις. Ὥστε τί φοβούμεθα φόβον οὗ μὴ ἔστι φόβος, καὶ ἀσεβοῦμεν διακενῆς, ὃ δὴ λέγεται; Ἐμοὶ δὲ κίνδυνος ζημιωθῆ ναι θεότητα, εἰ τὸ κτίσμα παραδεχοίμην. Οὐ γὰρ Θεὸς τὸ κτιζόμενον, οὐδὲ δεσποτικὸν τὸ ὁμόδουλον, κἂν τὰ πρῶτα φέρηται δουλείας καὶ κτίσεως, καὶ τοῦτο μόνον φιλανθρωπεύηται ὑβριζόμενον. Ὁ γὰρ τῆς ὀφειλομένης ἀποστερῶν τιμῆς, οὐ