5
σπερμολογῆτε τὰ μικρὰ ἡμῶν, εἴ τε πταίσματα χρὴ λέγειν, εἴτε καὶ παίγνια· ὡς ἔστι τῆς ἄκρας κακοδαιμονίας, μὴ ἐν τοῖς ἰδίοις ἰσχυροῖς τὸ ἀσφαλὲς ἔχειν, ἀλλ' ἐν τοῖς ἑτέρων σα θροῖς.
ΙΓʹ. Ἰδοὺ δεξιὰς δίδομεν ἀλλήλοις ἐν ταῖς ὑμετέ ραις ὄψεσιν. Ἰδοὺ τῆς Τριάδος τὰ ἔργα, τῆς ὁμοίως ἡμῖν δοξαζομένης τε καὶ προσκυνουμένης. Τοῦτο ὑμᾶς χρηστοτέρους ποιήσει καὶ ὀρθοδοξοτέρους. Ὡς ὄφελόν γε καὶ ἀκουσθείημεν, καὶ γένοιτο τὴν ἡμέραν ταύτην, ἡμέραν γενέσθαι κλητὴν, ἁγίαν, μὴ ἀντιλογίας, ἀλλ' εὐρυχωρίας· μὴ πειρασμοῦ μνημό συνον, ἀλλ' ἑορτὴν ἐπινίκιον· ἵνα τὸ ἡμᾶς συμφρονεῖν ἀλλήλοις, καὶ μικροῦ πᾶσαν τὴν οἰκουμένην, ἧς τὰ μὲν ὑγιῶς εἶχε, τὰ δὲ νῦν ἀπέλαβε τὴν ὑγίειαν, τὰ δὲ ὑγιαίνειν ἄρχεται, τοῦτο καὶ ὑμῖν αἴτιον γένηται σωτηρίας, καὶ ἀναπλάσεως. Ὦ Τριὰς ἁγία, καὶ προσκυνητὴ, καὶ μακρόθυμε! μακρόθυμος γὰρ ἡ ἐπὶ τοσοῦτον ἀνασχομένη τῶν σὲ τεμνόντων. Ὦ Τριὰς, ἧς ἐγὼ κατηξιώθην, καὶ λάτρης εἶναι, καὶ κῆρυξ ἐκ πλείονος ἀνυπόκριτος! Ὦ Τριὰς ἡ πᾶσί ποτε γνωσθησομένη, τοῖς μὲν τῇ ἐλλάμψει, τοῖς δὲ τῇ κο λάσει! ∆έχοιο καὶ τούτους προσκυνητὰς, τοὺς νῦν ὑβριστάς· καὶ μηδένα ζημιωθείημεν, μηδὲν τῶν ἐλαχίστων, κἂν ἐμέ τι ζημιωθῆναι δέοι τῆς χά ριτος· οὐ γὰρ τολμῶ τοσοῦτον ὅσον ὁ Ἀπόστολος φθέγξασθαι.
Ι∆ʹ. Ἀλλ' οὐ ταῦτα φίλα ὑμῖν; σπαράσσεται δὲ ἡ γλῶσσα, καὶ ὠδίνει τὴν ἀντίῤῥησιν; Ὀψόμεθα καὶ ταύτην ποτὲ, ἢ οἷς μᾶλλον ἡμῶν σχολὴ περίεστι· γνωσόμεθα καὶ τὰ κομψὰ ὑμῶν γεννήματα, ἢ ἐξαμβλώματα, ἐπειδὰν τὰ ὠὰ τῶν ἀσπίδων ῥήξαντες ἢ συντρίψαντες λόγῳ σκληρῷ καὶ ἀντιτύπῳ, οὔρια καὶ ἀνεμιαῖα ταῦτα ἐλέγξωμεν, καὶ τὸν ἐν αὐτοῖς τῆς ἀσεβείας κρυπτόμενον βασιλίσκον εἰς μέσον ἀγάγωμεν· εἰ καὶ βασιλίσκον, ἀλλὰ νεκρόν τε καὶ ἀτελῆ, καὶ ἀκίνητον, ταῖς ὠδῖσιν ἐναποθανόντα, καὶ πρὶν γεννηθῆναι οὐκ ὄντα, καθ' ὑμᾶς εἰπεῖν, ἵνα τι μικρὸν ὑμῖν καὶ χαρίσωμαι· οὐ μᾶλλον μισητὸν τῆς συλλήψεως, ἢ ἐλεεινὸν τῆς ἀμβλώσεως. Τοῦτο δώσει ἡμῖν, οἶδ' ὅτι, ὁ δοὺς ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβαίνειν, καὶ περιπατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων· ὃς καὶ συντρίψει τὸν Σατανᾶν ἐν τάχει ὑπὸ τοὺς πόδας ἡμῶν, εἴτε ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα διὰ τὴν παλαιὰν λαμπρότητα, εἴτε ὡς ὄφιν φεύγοντα διὰ τὴν ὕστερον σκολιότητα, καὶ τὴν εἰς τὸ χαμερπὲς μεταποίησιν, ἵνα μικρόν τι τῶν κακῶν 35.1168 ἀναπνεύσωμεν, ἀποδρασάσης παντελῶς ὀδύνης, καὶ λύπης, καὶ στεναγμοῦ, νῦν τε καὶ ὕστερον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.