1

 2

 3

 4

 5

2

Γʹ. Τίς οὖν ἡ αἰτία τοῦ τοσούτου περὶ ἡμᾶς πό θου, καὶ τοὺς λόγους τοὺς ἡμετέρους, αὐτοὶ βούλεσθε δηλῶσαι ταύτην καὶ παραστῆσαι, καὶ τὸ ὑμέτερον πάθος αὐτοὶ γνωρίσαι, ἢ δι' ἡμῶν τοῦτο δημοσιεῦσαι, ὡς καὶ τῶν ἄλλων ἡμῖν χρῆσθε προθύμως ἐξ ηγηταῖς; Ἡμέτερον οἶδ' ὅτι ποιεῖσθε τὸν λόγον, ὅσον ἐκ τῆς ἡσυχίας τεκμαίρομαι. Οὐκοῦν ἀκούσατε, καὶ σκοπεῖτε, μὴ φαῦλος ἐγὼ τῶν τοιούτων εἰκαστής. Ἐμοὶ δοκεῖτε μάλιστα μὲν, ὡς αὐτοὶ καλέσαντες ἡμᾶς, οἰκείᾳ βοηθεῖν κρίσει, καὶ διὰ τοῦτο περιέπειν τὸ ὑμέτερον θήραμα. Φύσις δὲ αὕτη πρὸς τὸ οἰκεῖον ἅπαν εὐμενῶς ἔχειν, εἴτε κτῆμα, εἴτε γέννημα, εἴτε λόγον, καὶ δι' εὐνοίας ἑκουσίου χειροῦσθαι τοῖς ἑαυ τῶν προβλήμασιν. ∆εύτερον δὲ, οὐδὲν οὕτως αἰ δεῖσθαι, ὡς τὸ μὴ ἰταμὸν ἡμῶν, μήτε βίαιον, μήτε θεατρικόν τε καὶ πανηγυρικὸν, ἀλλ' ὑποχωρη τικόν τε καὶ μέτριον, καὶ οἷον ἄκοινον ἐν τῷ κοινῷ, καὶ μονότροπον, καὶ, συντομώτερον εἰπεῖν ἔτι, φιλόσοφον· οὐδὲ αὐτὸ τεχνικῶς, καὶ πολιτικῶς ἡμῖν ἀνευρημένον, ἀλλ' ἁπλῶς καὶ πνευματικῶς τετιμη μένον. Οὐ γὰρ, ἵνα ζητηθῶμεν, ἀποκρυπτόμεθα, οὐδ' ἵνα πλείονος ἄξιοι δόξωμεν τιμῆς, ὥσπερ οἱ τὰς 36.269 ὥρας μικρὸν προφαίνοντες, εἶθ' ὑποστέλλοντες· ἀλλ' ἵνα τὸ φεύγειν τὰς προεδρίας, καὶ μὴ μεταποιεῖσθαι τῶν τοιούτων τιμῶν, τῷ ἡσυχίῳ δείξω μεν. Τρίτον, ὁρῶντες ἡμᾶς οἷα πάσχομεν ὑπό τε τῶν ἔξωθεν πολεμούντων, καὶ τῶν ἔνδοθεν ἐπιβουλευόν των· ἐπειδὴ, κατὰ τὸν ∆ανιὴλ, ἐξῆλθεν ἀνομία ἐκ πρεσβυτέρων ἐκ Βαβυλῶνος, οἳ ἐδόκουν κρί νειν τὸν Ἰσραήλ· σχετλιάζειν μὲν καὶ δυσχεραίνειν, καὶ οὐκ ἔχειν ὅπως ἐπαμύνητε τυραννουμένῳ, μό νον δὲ ἀντὶ πάντων εἰσφέρειν τὸν ἔλεον. Ὁ οὖν οἶκτος τῇ αἰδοῖ συγκραθεὶς φίλτρον ἐγένετο. Καὶ τοῦτο τῆς περὶ ἐμὲ τιμῆς τὸ μυστήριον.

∆ʹ. Ἐπεὶ δὲ οἱ λόγοι τὸ πολεμούμενον, καὶ ἡ πε ριττὴ καὶ ἐπίφθονος αὕτη γλῶττα, ἣν ἐν τοῖς ἔξωθεν παιδευθεῖσαν λόγοις, τοῖς θείοις ἐξευγενίσαμεν, καὶ τὴν πικρὰν καὶ ἄποτον Μεῤῥὰν τῷ τῆς ζωῆς ξύλῳ κατεγλυκάναμεν, πεπόνθατέ τι πάθος ἱκανῶς ἐλευ θέριον· τοῦτο στέργετε, δι' ὃ πολεμούμεθα. Τί γὰρ οὐ τὴν κωφὴν ἠσπασάμεθα παίδευσιν; τί δὲ οὐ τὴν ξηράν τε καὶ κάτω βαίνουσαν; τί δαὶ ταύτῃ χαίροντας τοὺς πολλοὺς ὁρῶντες, ἐφιλοσοφοῦμεν ξένα καὶ ἔκφυλα, καὶ πρὸς τὰς ἀντιθέτους γλώσσας ἱστάμεθα; δέον θρασύτητι φεύγειν τοὺς λογισμοὺς, καὶ πίστιν ὀνομάζειν τὴν ἀλογίαν, ἣν ἠγάπησα ἂν καὶ αὐ τὸς, εὖ ἴστε, ἁλιεὺς ὤν· ἐπειδὴ τοῦτο πρόχειρον τοῖς πολλοῖς εἰς ἀπολογίαν τῆς ἀμαθίας· εἰ λόγον εἶχον τῶν σημείων τὴν δύναμιν. Ὡς ἀπόλοιτο ἐξ ἀνθρώ πων ὁ φθόνος, ἡ δαπάνη τῶν ἐχόντων, ὁ τῶν πα σχόντων ἰὸς, τὸ μόνον τῶν παθῶν ἀδικώτανόν τε ἅμα καὶ δικαιότατον· τὸ μὲν, ὅτι πᾶσι διοχλεῖ τοῖς καλοῖς· τὸ δὲ, ὅτι τήκει τοὺς ἔχοντας. Οὐ γὰρ τοῖς πρώτως ἐπαινέσασιν ἡμᾶς καταράσομαι· οὐ γὰρ ᾔδεισαν τῶν ἐπαίνων τὸ τέλος· ὡς τάχα ἄν τι καὶ λοιδορίας προσέθηκαν, ἵνα τὸν φθόνον ἐπίσχωσιν.

Εʹ. Οὗτος, καὶ τὸν Ἑωσφόρον ἐσκότισε, καταπε σόντα δι' ἔπαρσιν· οὐ γὰρ ἤνεγκε, θεῖος ὢν, μὴ καὶ θεὸς νομισθῆναι· καὶ τὸν Ἀδὰμ ἐξέβαλε τοῦ παρα δείσου, δι' ἡδονῆς κλέψας καὶ γυναικός. Ἐπείσθη γὰρ, ὡς θεὸς εἶναι βασκαίνεται, τοῦ τῆς γνώσεως ξύλου τέως εἰργόμενος. Οὗτος καὶ τὸν Κάϊν ἀδελ 36.272 φοκτόνον ἐποίησεν, οὐκ ἐνεγκόντα θυσίαν ὁσιω τέραν. Οὗτος καὶ ὕδατι κόσμον ἐκάλυψεν ἀκοσμοῦν τα, καὶ Σοδομίτας πυρὶ κατέκλυσεν. Οὗτος καὶ ∆αθὰν καὶ Ἀβειρὼν κατέχωσε κατὰ Μωσέως μανέν-τας, καὶ Μαριὰμ ἐλέπρωσε κατὰ τοῦ ἀδελφοῦ μόνον γογγύσασαν. Οὗτος καὶ προφητῶν αἵμασι τὴν γῆν ἐμίανε, καὶ Σολομῶντα γυναιξὶ κατέσεισε τὸν σοφώ τατον. Οὗτος καὶ Ἰούδαν προδότην ἀνέδειξεν, ἀργυ ρίῳ μικρῷ κλαπέντα, τὸν ἀγχόνης ἄξιον· καὶ Ἡρώ δην παιδοφόνον, καὶ Χριστοκτόνον Πιλᾶτον ἐδημιούργησεν. Οὗτος καὶ τὸν Ἰσραὴλ ἐλίκμησε καὶ διέσπει ρεν, ἐξ ἧς οὔπω καὶ νῦν ἀνανεύουσιν ἁμαρτίας. Οὗτος καὶ τὸν ἀποστάτην ἡμῖν ἐπανέστησε τύραν νον, οὗ