1

 2

 3

 4

 5

5

ὑμᾶς, ἵν' εἴπω τι καὶ τολμηρότε-ρον. Καρδία βασιλέως ἐν χειρὶ Θεοῦ, καὶ εἴρηται, καὶ πιστεύεται. Ἐνταῦθα ἔστω τὸ κράτος ὑμῖν, ἀλλὰ μὴ τῷ χρυσῷ καὶ ταῖς φάλαγξιν. Οἱ περὶ τὰ βασί-λεια καὶ τοὺς θρόνους, μὴ σφόδρα ταῖς ἐξουσίαις ἐπαίρεσθε, μηδὲ ἀθάνατα διανοεῖσθε περὶ τῶν οὐκ ἀθανάτων. Πιστοὶ μένετε τοῖς βασιλεῦσι, Θεῷ δὲ πρό-τερον, δι' ὃν καὶ τούτοις οἷς ἐπιστεύθητε, καὶ οἷς παραδέδοσθε. Οἱ τὸ γένος κομπάζοντες, τὸν τρόπον ἐξευγενίσατε· ἢ φθέγξομαί τι τῶν ἀηδῶν μὲν, εὐγε-νῶν δέ. Τότε γὰρ ἀληθὲς εὐγενέστατον ἦν ἄν τι τὸ ὑμέτερον, εἰ μὴ καὶ δέλτοι τοὺς δυσγενεῖς ὑμῖν ἐνέγραφον. 36.280

ΙΒʹ. Οἱ σοφοὶ, καὶ φιλόσοφοι, καὶ σεμνοὶ τὴν ὑπή-νην καὶ τὸ τριβώνιον, οἱ σοφισταὶ, καὶ γραμματισταὶ, καὶ τῶν δημοσίων θηρευταὶ κρότων, οὐκ οἶδα πῶς ἂν σοφοὶ κληθείητε, τὸν πρῶτον λόγον οὐκ ἔχοντες. Οἱ περὶ τὸν πλοῦτον, ἀκούσατε τοῦ λέγοντος· Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίᾳ· ἴστε θαῤῥοῦντες ἀβεβαίῳ πράγματι. Ἀποφόρτισαί τι τῆς νηὸς, ἵνα πλέῃς κουφότερος. Ἐχθροῦ τι τυχὸν ὑφαι- ρήσεις, εἰς ὃν τὰ σὰ περιστήσεται. Οἱ περὶ τὴν τρυ-φὴν, ὑφέλετέ τι τῆς γαστρὸς, δότε τῷ πνεύματι. Ἐγγὺς ὁ πένης· τῇ νόσῳ βοήθησον· εἰς τοῦτον ἀπέρευξαί τι τῶν περιττῶν. Τί καὶ σὺ κάμνεις ἀπεπτῶν, καὶ οὗτος πεινῶν; καὶ σὺ κραιπαλῶν, καὶ οὗτος ὑδεριῶν; καὶ σὺ κόρῳ κόρον βαρύνων, καὶ οὗτος περιτρεπόμενος νόσῳ; Μὴ παρίδῃς τὸν σὸν Λάζαρον ἐνταῦθα, μή σε ποιήσῃ τὸν ἐκεῖθεν πλού-σιον. Ὑμεῖς ἡ μεγάλη πόλις, οἱ πρῶτοι μετὰ τὴν πρώτην εὐθέως, ἢ μηδὲ τοῦτο παραχω-ροῦντες, φάνητέ μοι πρῶτοι, μὴ τὴν κακίαν, ἀλλὰ τὴν ἀρετήν· μὴ τὴν ἔκλυσιν, ἀλλὰ τὴν εὐνομίαν. Ὡς ἔστιν αἰσχρὸν, τῶν μὲν πόλεων κρατεῖν, τῶν δὲ ἡδονῶν ἡττᾶσθαι· ἢ τὰ μὲν ἄλλα σωφρονεῖν, περὶ δὲ τοὺς ἱππικοὺς, καὶ τὰ θέατρα, καὶ τὰ στάδια, καὶ τὰ κυνηγέσια τοσοῦτον μεμηνέναι, ὥστε ταῦτα ποιεῖσθαι βίον, καὶ πόλιν εἶναι παιζόντων τὴν πρώτην ἐν πό-λεσιν, ἣν καὶ ταῖς ἄλλαις τύπον εἶναι καλοῦ παντὸς πρεπωδέστερον. Ταῦτα διαπτύοιτε, Θεοῦ πόλις εἴητε. ἐπὶ τῶν χειρῶν τοῦ Κυρίου ζωγραφηθείητε, καὶ παραστήσαισθε σὺν ἡμῖν τῷ μεγάλῳ πο-λιστῇ λαμπροὶ λαμπρῶς ὕστερον. Τοῦτο ὑμᾶς εὐαγ-γελίζομαι ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα, τιμὴ, κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.