1

 2

 3

3

παντὸς περὶ τὸν μονογενῆ καθορᾶται καὶ ὁ αὐτός ἐστιν ἀεὶ πρὸς ἑαυτὸν ὡσαύτως ἔχων, πῶς τις ἡμᾶς ἀναγκάζει τὴν διὰ σαρκὸς γενομένην αὐτοῦ ἐπιφάνειαν υἱῶν δυάδα κατονομάζειν, ὡς τοῦ μὲν προαιωνίου ὄντος υἱοῦ, τοῦ δὲ διὰ σαρκὸς τῷ θεῷ γεννηθέντος ἄλλου υἱοῦ; Ἡμεῖς γὰρ σωθῆναι μὲν τὴν ἀνθρωπίνην φύσιν ἑνω θεῖσαν τῷ λόγῳ παρὰ τοῦ μυστηρίου καὶ μεμαθήκαμεν καὶ 3,1.126 πεπιστεύκαμεν· υἱὸν δὲ θεοῦ σάρκινον ἰδιαζόντως ἐφ' ἑαυτοῦ θεωρούμενον οὔτε ἐμάθομεν οὔτε ἐξ ἀκολουθίας τινὸς νοεῖν ἐναγόμεθα. οὐ γὰρ ἁμαρτία καὶ κατάρα δι' ἡμᾶς, καθὼς ὁ ἀπόστολος λέγει, γενόμενος καὶ τὰς ἡμετέρας ἀναλαβὼν ἀσθενείας, κατὰ τὴν Ἠσαΐου φωνήν, περὶ ἑαυτόν, ἀφῆκεν ἀνίατον τὴν ἁμαρτίαν καὶ τὴν κατάραν καὶ τὴν ἀσθένειαν· ἀλλὰ τὸ μὲν θνητὸν ὑπὸ τῆς ζωῆς κατεπόθη, ὁ δὲ σταυρωθεὶς ἐξ ἀσθενείας ἔζησεν ἐκ δυνάμεως ἥ τε κατάρα εἰς εὐλογίαν μετεποιήθη καὶ πᾶν, ὅσον ἀσθενὲς τῆς φύσεως ἡμῶν καὶ ἐπίκηρον ἀνακραθὲν τῇ θεότητι ἐκεῖνο ἐγένετο, ὅπερ ἡ θεότης ἐστίν. πόθεν οὖν ἄν τις τὴν δυάδα τῶν υἱῶν ἐννοήσειεν ὡς ἀνάγκῃ τινὶ διὰ τῆς κατὰ σάρκα οἰκονομίας πρὸς τὴν τοιαύτην ὑπόληψιν ἐναγόμενος;

Ὁ γὰρ ἀεὶ ἐν τῷ πατρὶ ὢν καὶ ἀεὶ ἔχων ἐν ἑαυτῷ τὸν πατέρα καὶ ἡνωμένος αὐτῷ, ὡς ἦν καὶ πρώην, οὕτω καὶ ἔστι καὶ ἔσται καὶ ἄλλος παρ' ἐκεῖνον υἱὸς οὔτε ἦν οὔτε ἐγένετο οὔτε ἔσται· ἡ δὲ προσληφθεῖσα τῆς ἀνθρωπίνης φύσεως ἀπαρχή, ὑπὸ τῆς παντοδυνάμου θεότητος (ὡς ἂν εἴποι τις εἰκόνι χρώμενος) οἷόν τις σταγὼν ὄξους ἀπείρῳ πελάγει κατακραθεῖσα, ἔστι μὲν ἐν τῇ θεότητι, οὐ μὴν ἐν τοῖς ἰδίοις αὐτῆς ἰδιώμασιν. οὕτω γὰρ ἂν ἡ τῶν υἱῶν δυὰς 3,1.127 ἀκολούθως ὑπενοεῖτο, εἰ ἐν τῇ ἀφράστῳ τοῦ υἱοῦ θεότητι ἑτερογενής τις φύσις [ἐν] ἰδιάζουσι σημείοις ἐπεγινώσκετο, ὡς εἶναι τὸ μὲν ἀσθενὲς ἢ μικρὸν ἢ φθαρτὸν ἢ πρόσκαιρον, τὸ δὲ δυνατὸν καὶ μέγα καὶ ἄφθαρτον καὶ ἀΐδιον· ἐπειδὴ δὲ πάντων τῶν τῷ θνητῷ συνεπιθεωρουμένων ἐν τοῖς τῆς θεό τητος ἰδιώμασι μεταποιηθέντων, ἐν οὐδενὶ καταλαμβάνεται ἡ διαφορά (ὅπερ γὰρ ἄν τις ἴδῃ τοῦ υἱοῦ, θεότης ἐστί, σοφία, δύναμις, ἁγιασμός, ἀπάθεια), πῶς ἂν διαιροῖτο τὸ ἓν εἰς δυϊκὴν σημασίαν, μηδεμιᾶς διαφορᾶς τὸν ἀριθμὸν μερι ζούσης; Ἡ γὰρ θεότης τὸ ταπεινὸν ὑπερύψωσεν· τῷ κατωνομασμένῳ ἀνθρωπικῶς τὸ ὑπὲρ πᾶν εἶναι ὄνομα ἐχαρίσατο· τὸ ὑποχείριον καὶ δοῦλον κύριον καὶ βασιλέα ἐποίησεν, καθὼς ὁ Πέτρος φησὶν ὅτι Κύριον αὐτὸν καὶ Χριστὸν ὁ θεὸς ἐποίησεν (νοοῦμεν γὰρ διὰ τοῦ Χριστοῦ βασιλέα). καὶ διὰ τὴν ἀκριβῆ ἑνότητα τῆς τε προσληφθείσης σαρκὸς καὶ τῆς προσλαβομένης θεότητος ἀντιμεθίσταται τὰ ὀνόματα, ὥστε καὶ τὸ ἀνθρώπινον τῷ θείῳ καὶ τὸ θεῖον τῷ ἀνθρωπίνῳ κατονομάζεσθαι. διὸ καὶ ὁ ἐσταυρωμένος κύριος τῆς δόξης 3,1.128 ὑπὸ τοῦ Παύλου καλεῖται καὶ ὁ προσκυνούμενος ὑπὸ πάσης κτίσεως, τῶν τε ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, Ἰησοῦς ὀνομάζεται· διὰ τούτων γὰρ ἡ ἀληθής τε καὶ ἀδιαίρετος ἕνωσις ἑρμηνεύεται, ἐκ τοῦ καὶ τὴν ἄφραστον τῆς θεότητος δόξαν τῇ τοῦ Ἰησοῦ προσηγορίᾳ σημαίνεσθαι, ὅταν πᾶσα σὰρξ ἐξομολογήσηται καὶ πᾶσα γλῶσσα ὅτι κύριος Ἰησοῦς Χριστός, καὶ τὸν τὰ πάθη τοῦ σταυροῦ δεξάμενον καὶ περονηθέντα τοῖς ἥλοις καὶ διαπαρέντα τῇ λόγχῃ κύριον δόξης παρὰ τοῦ Παύλου προσαγορεύεσθαι. εἰ οὖν καὶ τὸ ἀνθρώπινον οὐκ ἐν τοῖς τῆς φύσεως ἰδιώμασι δείκνυται ἀλλὰ κύριος τῆς δόξης ἐστίν, οὐκ ἂν δέ τις εἰπεῖν δύο κυρίους δόξης τολμήσειεν, μαθὼν ὅτι Εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα, πόθεν ἡμῖν ἐπικαλοῦσι τῶν υἱῶν τὴν δυάδα οἱ τὴν καθ' ἡμῶν κατηγορίαν εὐπρόσωπον ἀφορμὴν εἰς τὴν κατασκευὴν τῶν ἰδίων ὑπολήψεων προβαλλόμενοι; Τὰ μὲν οὖν παρ' ἡμῶν εἰς ἀπολογίαν τοιαῦτα· ζητοῦμεν δὲ παρὰ τῆς σῆς ἐν Χριστῷ τελειότητος μείζονα καὶ τελειοτέραν τῆς ἀληθείας τὴν συμμαχίαν, ὡς ἂν μηδεμίαν ἔχοιεν κατὰ τῆς ἐκκλησίας εἰς κατηγορίαν λαβὴν οἱ διὰ τῆς καθ' ἡμῶν μέμψεως τὰς ἰδίας ὑπολήψεις κρατύνοντες.