1

 2

 3

 4

 5

3

δικαιοσύνην κατόρθωσον. Γυμνάζου τὴν ὑπομονήν· βασιλικὸν γὰρ ὑπάρχει περιδέραιον. Ἐργάζου τὴν ἐλεημοσύνην· ὁ γὰρ ταύτης ἱστὸς ἐπὶ τῆς γῆς μὲν ὑφαίνεται, ἐν οὐρανῷ δὲ τέμνεται. Εἰ σπεύ δεις τὸν ὑψηλὸν τῇ κεφαλῇ περιδήσασθαι στέφανον, μετέρχου τὴν ταπείνωσιν· οὐδὲν γὰρ ταύτης ἐνδοξότερον παρὰ τῷ θεῷ τέτακται· ὑπὲρ τούτου μήτε πειρασμοὺς φεῦγε μηδὲ κινδύνους εὐλαβοῦ μηδὲ τοὺς ἱδρῶτας παραιτοῦ μηδὲ δειλία τὸν θάνατον.

6 Μὴ φεῦγε πειρασμούς· «Μακάριος γὰρ ἀνήρ, ὃς ὑπομένει πειρασμόν.» Μὴ παραιτοῦ διωγμούς, ἐπειδὴ «Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Μὴ εὐλαβοῦ κίνδυνον· «Κίνδυνοι γὰρ ᾅδου εὕρο σάν με, καὶ τὸ ὄνομα κυρίου ἐπεκαλεσάμην», φησὶν ὁ ∆αυίδ, καὶ ὡς σύμμαχος ἐξ οὐρανῶν ἀπήντησεν. Μὴ δειλία τὸν θάνατον· ἄρτι γὰρ ψαλλούσης τῆς ἐκκλησίας ἀκήκοας «Τίμιος ἐναντίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ», καὶ σφόδρα εἰκό τως. Ὁ γὰρ σῖτος πρὸ τοῦ θέρους, αὐτῷ θαρρεῖν οὐδαμῶς ὁ γεωργὸς ἀνέχεται, ἐπειδὴ καὶ βροῦχον ὑφορᾶται καὶ τὴν ἀκρίδα δέδοικε, τὴν ἐρυσίβην πεφόβηται, τὰς βολὰς ὑποπτεύων τῆς χαλά ζης οὐ παύεται, τῆς ἀνεμοφόρου πληγῆς ἀγωνιᾷ τὰ τραύματα· ὅταν δὲ ὁ σῖτος τῇ δρεπάνῃ ληφθῇ καὶ ὑπὸ τὴν χεῖρα τοῦ θερίζον τος γένηται καὶ προστεθῇ τοῖς δράγμασι καὶ ταῖς ἁμάξαις σὺν τῇ καλάμῃ βασταχθῇ καὶ καταλάβῃ τὴν ἅλωνα καὶ τὸ πτύον ἀνα βῇ καὶ λικμηθεὶς ἔσω τῆς ἀποθήκης ἐσφραγισμένος φυλάττηται, τότε ἐπ' αὐτῷ θαρρεῖ καὶ ὡς πλουτήσας εὐφραίνεται, ὡς οὐ μάτην κοπιάσας σεμνύνεται· καὶ ποτὲ μὲν ἀποθήκας ἀνοί ξει καὶ τὰ κλεῖθρα χαλάσει καὶ τὰς θύρας ἀναπετάσει, προσδέ ξεται· ποτὲ δὲ τὸν σῖτον εἰς μέσον προθεὶς μεταξὺ τῶν ἐμπόρων, ἐπὶ τοῖς πόνοις τῶν χειρῶν τῶν οἰκείων καυχήσεται. Τὸν αὐτὸν δὴ τρόπον ὁ τοῦ γένους σπορεύς, ὁ γεωργὸς τοῦ ἡμετέρου φυρά ματος, οὐ θαρρεῖ τῷ Ἀδάμ, πρὶν ἂν αὐτὸν ἀπὸ γῆς μετατεθέντα θεάσηται, πρὶν τοὺς πειρασμοὺς διαβῇ, πρὶν τῶν κινδύνων τῶν ὑπὲρ φιλοσοφίας διϊππεύσῃ τὸ στάδιον.

7 Ὅταν δὲ ἀποδημήσῃ τῆς γῆς, τότε ἐπ' αὐτῷ χαίρει καὶ θαρ ρεῖ καὶ σεμνύνεται καὶ λέγει πρὸς αὐτόν· «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ.» Τότε προστίθησι· «Εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.» Τότε προσφωνεῖ· «∆εῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου.» Τότε τῇ πείρᾳ τῶν ἀγαθῶν παρίστησιν ὅτι «τοῖς ἀγα πῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν»· εἴτε θλῖψις πο λιορκεῖ τὸν ἄνθρωπον, εἴτε στενοχωρία συνέχει τὸν πιστόν, εἴτε κατέχει γύμνωσις, εἴτε κυκλοῦσι κίνδυνοι, εἴτε ἠκόνηται μάχαιρα, οὐδὲν τούτων χωρίσαι τοῦ Χριστοῦ τὸν πιστόν, οὐδὲν ἀφορίσαι τὸν στρατιώτην τοῦ βασιλέως δυνήσεται. Εἰ μὲν γὰρ θλῖψις πολιορκεῖ, τὸν Χριστὸν πρύτανιν τῆς χαρᾶς θεωροῦντες εὐφραίνονται· εἰ δὲ στενοχωρία συνέχει, πρὸς τὸν διδάσκαλον ἀφορῶντες πλατύνονται· εἰ δὲ διωγμὸς ἔγκειται, τὸν οὐρανὸν προσδοκῶντες τῆς γῆς οὐ φροντίζουσιν, ἀλλ' ὥστε μὴ προσκόψαι τοὺς πόδας ἀσφαλίζονται· εἰ δὲ λιμὸς ἐπίκειται, τὸν ἄρτον τῆς ζωῆς ψηλαφῶντες χορτάζονται· εἰ δὲ κατέχεται γύμνωσις, ἐνδέδυνται τὸ πνεῦμα, τὴν χάριν περιβάλλονται καὶ τῶν ἐσθημάτων εἰκότως οὐ φροντίζουσιν· εἰ δὲ ἠπείληται κίν δυνος, τὸν στρατηγὸν ἴσασι, τὸν συμμαχοῦντα γινώσκουσι καὶ τοῦ λόγου χαλινῶσαι τὴν παρρησίαν εἰκότως οὐκ ἀνέχονται· εἰ δὲ ἠκόνηται μάχαιρα, ἡ γλῶσσα σιωπᾶν οὐδὲ τυθεῖσα ἀνέχεται· εἰσὶ δὲ πρὸς ἕκαστον τῶν ἐπιόντων ἕτοιμοι ὡς ἄρνες ἄκακοι καὶ ἀκέραια πρόβατα καὶ ἀμνοί, σὺν ἡδονῇ τὸ τοῦ ποι μένος ὑποδεχόμενοι πρόσταγμα· «Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων», τουτέστιν θαρρεῖτε καὶ πορεύεσθε, σπεύδετε τάχος, τὰ ἔθνη συναγάγετε, τὰς ἀγέλας αὐξήσατε, τοὺς λύκους θορυβήσατε, τὴν τοῦ ποιμένος ἐπιδείξασθε δύναμιν.

8 Οὐκ ἐστὲ τοῦ Μωυσέως ἐλάττονες οὐδέ γε Ἰερεμίου δεύ τεροι οὐδὲ χάριν τοῦ Ἰεζεκιὴλ ἐπιστεύθητε χείρονα. Μεθ' ὑμῶν ὁ τὸν Ἠλίαν πέμψας· οὗτος ἀποστελεῖ