1

 2

 3

 4

 5

4

καὶ ὑμᾶς ὡς τῶν προφη τῶν ἕκαστον. Ὁρᾶτε τοίνυν τίς μὲν ὁ Μωυσῆς καὶ πρὸς τίνας ἐπέμπετο, οἷον δὲ τὸ ὑψωθὲν παρ' ἐκείνου καὶ κατορθωθὲν τρό παιον· γυμνὸς ὁ νομοθέτης ἦν καὶ πρὸς προσωπολήπτας ἐπέμ πετο, ἀλλ' ἡ τοῦ γυμνοῦ ῥάβδος τὰ τῶν ὁπλιτῶν ὑποτάττει καὶ χειροῦται στρατόπεδα· ὑμεῖς δὲ ἀντὶ πανοπλίας τὴν ἑξῆς ἐντολὴν θωρακίσασθε· «Γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί»· καλὸν μὲν τὸ φρόνιμον, θαυμαστὸν δὲ ὡσαύ τως τὸ ἀκέραιον, ἀλλὰ πρὸς ἑκατέρῳ συναπτόμενον τὸ ἐπωφελὲς καὶ τὸ χρήσιμον κέκτηται· καὶ οὔτε ἡ φρόνησις γυμνὴ οὔτε ἡ ἀκεραιότης ψιλὴ δικαιῶσαι δύναται καὶ διασῶσαι τὸν ἄνθρωπον καὶ τούτου χάριν δεῖ τὸ τῶν ὄφεων φρόνιμον καὶ τῶν περιστερῶν ὁμοῦ τὸ ἀκέραιον κτήσασθαι. Ὁ μὲν γὰρ ὄφις φρόνιμος, οὐκ ἔστι δὲ ἀκέραιος, καὶ τὸ θηρίον εἰκότως θεωρεῖς ὡς ἰοβόλον ἀπό βλητον· ἡ περιστερὰ μόνον ἐστὶν ἀκέραιος καὶ διὰ τοῦτο πᾶσιν εἰς ἐπιβουλὴν εὔκολος. Ὑμεῖς τοίνυν τὸ ἀκέραιον τῷ φρονίμῳ κεράσατε καὶ γίνεσθε ἀκέραιοι τὰ βιωτικά, τὰ πνευματικὰ φρό νιμοι. Ἐὰν ἀγρὸν ἀγοράζῃς ἢ πωλῇς ἤ τι συναλλάττῃς τῶν βιω τικῶν ἕτερον, τὸ ἀκέραιον μέτελθε· τὰ γὰρ ἀδικεῖσθαι τοῦ ἀδικεῖν λαμπρότερον, τὸ περιγράφεσθαι τοῦ περιγράφειν ἐπικερδέστερον τοῖς τὰ οὐράνια κερδαίνειν ἢ τὰ γήϊνα θέλουσιν. Ἐὰν δὲ τὸν νόμον μελετᾷς, ἐρεύγου τότε τὴν φρόνησιν καὶ ζήτει τῶν γεγραμμένων τὸν σκοπόν, τοῦτο μὲν πῶς, ἐκεῖνο δὲ ἀνθ' ὅτου, τί τὸ γράμμα βούλεται τοῦ νόμου, τί τὸ πνεῦμα τῆς προφητείας ἐντέταλται, πότερον ὁ λόγος ἁπλοῦς, πότερον ἐν παραβολαῖς ὁ τῆς διδασκαλίας ὑποτίθεται κάλαμος. Προσέχετε δὲ ποῖα μετὰ τούτων ἕτερα συνθήματα τῆς ὑπὲρ τοῦ πέμποντος στρατιᾶς τε καὶ στρατηγίας λαμβάνετε.

9 «Παραδώσουσι δὲ ὑμᾶς εἰς συνέδρια», ἀλλὰ θαρρεῖτε, ὁ Πατὴρ οὐ χωρίζεται, ὁ Υἱὸς οὐ μακρύνεται, τὸ Πνεῦμα οὐκ ἀφίσταται, δορυφοροῦσιν ἄγγελοι. «Καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς.» Ὑμεῖς δὲ σφόδρα χαίρετε· οἱ γὰρ ὑπὲρ εὐσεβείας πόλεμοι <καὶ οἱ> ἐκ τῶν μαστίγων μώλωπες τῶν ἡλιακῶν ἀκτίνων εἰσὶν εὐπρεπέστεροι. «Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν». Μηδὲ τούτῳ ναρκήσητε· ἕνεκεν ἐμοῦ τοῖς ἡγεμόσι παρίστασθε, ὑπὲρ τῆς ἐμῆς δόξης βασιλεῦσι προσάγεσθε. Μεθ' ὑμῶν τοίνυν ὁ τοὺς βασιλεῖς χρίσας, ἐν ὑμῖν ὁ τοῖς ἡγεμόσι διαταξάμενος ὅρια, ὁ τούτοις τὸ βῆμα μετρήσας κἀκείνοις τὸ σκῆπτρον χαρισάμενος. Ἔτι δὲ καὶ τοῦτο σκοπεῖτε, ὡς οὐ μᾶλλον ἀγώγιμοι πρὸς βασιλεῖς καὶ ἡγεμόνας γίνεσθε, ἀλλ' εἰς μαρτύριον αὐτοῖς, τοῖς παισὶ τῶν Ἰουδαίων εὔδηλον, ἀλλὰ μὴν καὶ τοῖς ἔθνεσιν, ἵνα γνῶσιν τοῦ παρ' ὑμῖν μαρτυρουμένου τὴν δύναμιν, ὅτι πτωχοὶ χαλινοῦσι τοὺς ἄρχοντας, ἄγροικοι δυσωποῦσι τὴν ὑπατικὴν βουλὴν καὶ τὴν πολυθρύλητον καταπτύουσι σύγκλητον, ἰδιῶται τυράννους καταισχύνουσι καὶ βασιλεῖς ἐντρέπουσιν. «Ὅταν δὲ παραδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε»· γλῶτται γάρ ἐστε τοῦ λόγου καὶ τῆς σοφίας αὐλοὶ καὶ κήρυκες τῆς ζωῆς καὶ ῥήτορες τοῦ ῥητόρων μὴ χρῄζοντος, καὶ τούτου χάριν ὑμῖν ἀκολουθεῖ τὸ ἑπόμενον· «∆οθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσητε». Πρὸ τῆς ὥρας ὑμῖν ὁ λόγος οὐ χορηγεῖται τῆς χάριτος, μήποτε ὑμέτερα νομίσητε τὰ παρ' ὑμῶν φερόμενα ῥήματα· «Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν»· ὑπὲρ αὐτοῦ γὰρ ὁ ἀγών, ὁ ἆθλος δι' αὐτόν· αὐτοῦ γὰρ χάριν τὸ στάδιον. Χρὴ τοίνυν παρ' αὐτοῦ τὴν χάριν ἀναμένειν, τὸν λόγον προσδο κᾶν, τῆς ὁμολογίας τὴν χάριν ἐκδέχεσθαι, τὴν πανοπλίαν ἐλπίζειν, πρὸς ἣν ὁ ἐχθρὸς οὐ δύναται, ὅτι παρὰ θεοῦ χαλκεύεται.

10 «Παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς.» Ἡ φύσις μερίζεται καὶ ἡ χάρις συνάγεται· ὁ πηλὸς καθ' ἑαυτοῦ στρατεύεται, ὁ ποιητὴς δὲ παραδοῦναι τὸν πηλὸν οὐκ ἀνέχεται. Ἀλλήλοις συγκρούεται τὰ ὀστράκινα, ὅπως ἐν χρείᾳ τοῦ τροχοῦ