1

 2

 3

 4

 5

2

παρουσία· ἀλλ' ἐκείνους μὲν μεμίμησαι τοὺς μετὰ κιθάρας καὶ ψαλτηρίου τὸν οἶνον πίνοντας, οἷς ἀντὶ τῆς εὐφροσύνης τὸ οὐαὶ ἠπείλησεν ὁ προφήτης. Ἐγὼ μὲν γὰρ, φησὶν, ἐκήρυξα κλαυθμὸν καὶ κοπετὸν καὶ ξύρησιν κεφαλῆς, καὶ περίζωσιν σάκκου· αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην καὶ χαρὰν λέγοντες· Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν· καὶ ἀνακεκαλυμμένα εἰσὶ ταῦτα ἐν τοῖς ὠσὶ Κυρίου Σαβαὼθ, ὅτι οὐκ ἀφεθήσεται αὐτοῖς ἡ ἁμαρτία αὕτη, ἕως ἂν ἀποθάνωσιν. Ἀκούων ταῦτα φοβήθητι καὶ στέναξον· μὴ μιμήσῃ τοὺς φαγόντας καὶ πιόντας, καὶ ἀναστάντας παίζειν· καὶ ἵνα τὸ πικρότερον εἴπω, θυσίαι καὶ τροφαὶ καὶ παίγνια τοῦ πρὸς Θεὸν ληθαργῆσαι φόβου ἐποίησαν, καὶ πρὸς εἰδωλολατρείαν ἐξείλκυσαν. Φοβήθητι μὴ σοῦ γελῶντος ὁ ∆εσπότης ὀργίζηται, ὁ τοὺς μὲν κλαίοντας μακαρίσας, τοὺς δὲ γελῶντας ταλανίσας, μὴ τὴν παιγνίαν σου, καὶ τὸν ἐκκεχυμένον γέλωτα ἀφοβίαν περὶ Θεοῦ καὶ λήθην τῶν συμφερόντων ὁ διάβολος εὑρὼν ἐπιβῇ τῇ ψυχῇ σου, καὶ σπείρῃ τὰ ἑαυτοῦ ζιζάνια. Ἦν ὅτε ἄνεσιν εἶχον οἱ καιροὶ μᾶλλον ἐπιτηδείως· ἀλλ' ὅμως καὶ τότε πολὺ παρὰ τοῖς ἁγίοις ἦν τὸ σκυθρωπὸν ἀντὶ τοῦ περιχαροῦς· καί φησιν ὁ ψαλμῳδός· Ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην, καὶ, Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δὲ δάκρυσί μου τὴν στρωμνήν μου βρέξω· κατηφὴς ἐπὶ ταῖς ἁμαρτίαις γινόμενος, καὶ περὶ τῶν συμφορῶν ὀδυρόμενος, καὶ τὰς τῆς Ἱερουσαλὴμ συμφορὰς, κάθηται κλαίων ὁ προφήτης Ἱερεμίας. Καὶ σὺ τοίνυν μὴ καρηβαρίᾳ καὶ μέθῃ χρώμενος καὶ γελοίοις καὶ εὐτραπελίᾳ ἐκδώσῃς σεαυτόν· διὰ τοῦτο γάρ σου καὶ κιθάρα περιῄρηται, καὶ οὔτε τύμπανον ἔχεις ἐν χερσί· καὶ καρδίᾳ μᾶλλον ἢ τῷ στόματι ψάλλειν ὁ Παῦλος ἐδίδασκεν, ὁ πανταχόθεν συστέλλων τὸν ἄνθρωπον ἀπὸ πάσης ἐκλύσεως καὶ διαχύσεως.

Ἔπαιζεν ὁ πατὴρ Ἰσαὰκ πρὸς τὴν ἑαυτοῦ γυναῖκα· ἀλλὰ σοὶ καὶ τὰ πρὸς γυναῖκα σεμνότερα διατέτακται, ὅτι Ὁ καιρὸς συνεσταλμένος ἐστὶν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσι, καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες, καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. Σὺ δὲ οὐ βούλῃ συστέλλεσθαι, πάντων τῶν πραγμάτων συστελλομένων, ἀλλὰ καὶ ἐνώπιον γυναικῶν ἀδιαφόρως ἐκχέεις δάκρυα, καὶ πληθύνεις παίγνια, καὶ γελοῖα προτείνεις, καὶ διακλᾶσαι αἰσχρολογίας προφέρων· μὴ φέρων γὰρ τὴν ἐν τῷ ἀκολάστῳ σου σώματι πύρωσιν, λοιπὸν ἐκφέρεις τὸν βόρβορον ἔξω, καὶ ἑαυτὸν φανερὸν ποιεῖς· οἷος εἶ διὰ ῥημάτων, τοιοῦτος πάντως ἔσῃ, καὶ πολὺ χείρων ἐν τῷ ἔσω ἀνθρώπῳ. Τί ἀφόβως συναναμίγνυσαι γυναιξί; τί σεαυτῷ εἰς τὴν παγίδα κατατρέχεις; τί εἰς τὸν κίνδυνον ἑαυτὸν ἐμβάλλεις; τί φαιδρύνῃ πρὸς θηλείας, καὶ συνδιάγειν τολμᾷς; ∆ιὰ τοῦτο νηστεῖαι, διὰ τοῦτο προσευχαὶ, διὰ τοῦτο κατὰ ξηροῦ δίαιτα, διὰ τοῦτο πολυτρόπους ἀσκήσεις ἐπινοοῦσιν ἄνθρωποι, διὰ τοῦτο τὰς ἐρήμους μεταδιώκουσιν· ἔνιοι δὲ οὐδὲ ἄρτου, οὐδὲ ὕδατος κορέννυνται, δι' οὐδὲν ἕτερον ἢ διὰ τὸ φυγεῖν ἐκεῖνα τὰ σκάνδαλα, διὰ τὸ μὴ ἐμπεσόντας ταῖς θηλείαις πτῶμα γενέσθαι αἰσχρόν. Σὺ δὲ ταῦτα πάντα παραδραμὼν, καὶ μήτε τὸν κίνδυνον ἐννοήσας μετὰ τὴν παγίδα, δι' ἧς ὁ πρωτόπλαστος ἐκ τῆς τηλικαύτης μακαριότητος ἐξέπεσεν, οὐκ ἐννοεῖς τὸ ὅπλον τοῦ διαβόλου, δι' οὗ ὁ ἀρχαῖος τρωθεὶς καταβέβληται; Καὶ ὁ μὲν ∆εσπότης καὶ τὸ ἐμβλέψαι γυναικὶ ἀπηγόρευσε, πορνείαν διαγράφων· σὺ δὲ εἰς τοσοῦτον ἐμάνης, καὶ πλαστὰ ὀνόματα ἐπιθεὶς τῇ προσωνυμίᾳ τῆς ἀγάπης, προφάσει χρηστότητος ἑαυ 48.1057 τῷ σύνοικον ἐπεσπάσω, ὡς ἡ Εὔα τὸν ὄφιν. Ἀποδήσας τὸ πῦρ ἐν τῷ κόλπῳ, καὶ λύχνον εἰς χόρτον θήσας, κίνδυνον ἐξ ἀμφοτέρων ἕξεις· ἢ γὰρ εἰς αὐτὸ τὸ πτῶμα τοῦ βαράθρου ἐμπεσὼν περὶ τὴν σωφροσύνην ἐκινδύνευσας· ἢ εἰ μὴ τοῦτο πάθοις, φήμην αἰσχρὰν ἑαυτῷ περιάψεις, ὁ κελευόμενος προνοεῖσθαι καλὰ, οὐ μόνον ἐνώπιον Θεοῦ, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων. ∆ιὸ παραίνεσιν ἔχων ἐκκλησιαστικὴν ὀφείλεις παραφυλάττεσθαι ὅσα σεμνά· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ὅσα εὔφημα.