1

 2

 3

 4

 5

4

καὶ συγγελᾷς ἀτάκτως· καὶ ἐπὶ τούτοις πᾶσιν σὺ μὲν θέλεις παρθένος καλεῖσθαι, οὐκ ἔτι δέ σε παρθένον ἐρῶ τὴν οὕτως ἑαυτὴν ῥίψασαν, καὶ μηδὲ φοβηθεῖσαν τὸν κίνδυνον. Τολμήσω εἰπεῖν τὸ προφητικὸν, Ἐκστήτω ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ φριξάτω ἡ κτίσις, εἰς ὅσην ἀναισχυντίαν κεχωρήκαμεν, καὶ τῶν ἐν τοῖς ἐργαστηρίοις πορνῶν. Ὥσπερ γὰρ ἐκεῖναι, ὑπὸ μίμων ἀγελώμεναι ... ἀνθρώπων, ἰταμώτεραι πρὸς τὰς ἀσέμνους πράξεις γίνονται· οὕτω καὶ αὗται εὐδοκιμήσασαι ἀνδράσι συνοικεῖν. Θεὸς ἀγανακτεῖ, ἄνθρωποι διασύρουσι, κἀκεῖναι τὸν ἄδικον κριτὴν μιμούμεναι, οὐδὲ τὸν Θεὸν φοβοῦνται, οὔτε ἄνθρωπον ἐντρέπονται· ἀλλ' ἐπὶ τούτοις πᾶσι μειζόνως παῤῥησιάζονται καὶ τῶν ἐν γάμῳ σεμνῶς παροικουσῶν ἀνδράσιν.

Αὗται μᾶλλον ἐπηρμένως τὰ μεθ' ὧν συνοικοῦσιν διατίθενται, καὶ ἐκταράσσουσι, καὶ ἀνθυβρίζουσι, καὶ πάσης αὐτοῦ τῆς ὑπάρξεως δεσπόζειν βούλονται· κἂν ἐνίοτε βούληται εἰς εὐποιίαν ἐκτεῖναι τὴν χεῖρα αὐτοῦ, διακωλύει, καὶ λοιπὸν οὐκέτι ὑπηρέτις, ἀλλὰ δέσποινα γέγονεν. Ἀποχώρει οὖν τῆς ἀλλοτρίας συνοικήσεως, ὦ παρθένε, καὶ οὐχὶ μόνον τῆς συνοικήσεως λέγω, ἀλλὰ καὶ τοῦ συνομιλεῖν ἢ συγγελᾷν παρατήρησαι. Εἰ γὰρ τῷ φρονίμῳ ἀνδρὶ μόλις ἡσυχῇ μειδιᾷν ἐπιτέτραπται, τῇ σοφῇ γυναικὶ μόλις καὶ τοῦτο κελεύει. Καὶ γὰρ καὶ τὸ μειδιᾶσαι γυναικὶ ἐπαγγελλομένῃ θεοσέβειαν, βαρὺ καὶ ἐπικίνδυνον· πολὺ γὰρ βελτίων ἐπὶ σεμνότητι θεωρεῖται γυνὴ, ἤπερ ἐπὶ τῇ φαιδρότητι καὶ ἱλαρότητι. Καὶ δὴ ἐπὶ τὴν πνευματικὴν νύμφην ἀπὸ τῆς γυναικὸς ἐπιφέρων τοὺς ἐπαίνους ὁ τὸ μυστικὸν ᾆσμα γεγραφὼς τὴν σιωπὴν αὐτῆς θαυμάζων, καὶ τὸ τοῦ σχήματος αὐστηρὸν ἐπαινεῖ, θάμβος ὀνομάζων αὐτό· τοῦτο γὰρ τὸ πάνυ σεμνὸν καὶ καταπληκτικὸν τοῖς ὁρῶσι γίνεται. ∆εῖ γὰρ αὐτῆς τὴν σεμνότητα φοβερὰν εἶναι τοῖς περιέργοις ὀφθαλμοῖς, καὶ τῆς πολυπράγμονος ἀναιδείας ἀποτρεπτικήν· ἧς διὰ τοῦτο καὶ τὸν κόσμον ἀφεῖλε τὸν διὰ χρυσοῦ καὶ τριχῶν ἐμπλοκῆς καὶ ἐσθῆτος πολυτελοῦς, ἵνα μὴ καταστίλβῃ τοῖς περικειμένοις κοσμήμασι, καὶ φαιδρύνῃ τὸν ὀφθαλμὸν τῶν ὁρώντων, καὶ προκαλῆται εἰς σκάνδαλον· διὰ τοῦτο νηστεῖαι, καὶ ἐγκράτειαι, καὶ ἀσκήσεις, καὶ ὠχρὸν καὶ στυγνὸν τὸ εἶδος, καὶ τὴν στολὴν εὐτελεστέραν ὀφείλει ἔχειν ἡ παρθένος διὰ τὸ τῆς φύσεως εὐόλισθον· διὰ τοῦτο καὶ ὁ Παῦλος τῷ γνησίῳ τέκνῳ Τιμοθέῳ γράφων, τὴν πρὸς γυναῖκας αὐτοῦ τιμητικὴν χρηστότητα τῆς ἁγνείας ἀσφαλείᾳ προφυλάττει, λέγων· Νεωτέρας χήρας τιμᾷν ὡς ἀδελφὰς ἐν πάσῃ ἁγνείᾳ. Εἰ δὲ γυναικὸς τὸν περὶ τὸ σῶμα κόσμον ἀφαιρεῖ τὰ θεῖα γράμματα, πόσῳ μᾶλλον ἀνδρὶ προσήκει τὸ παντελῶς ἀκαλλώπιστον, καὶ ἡ μέχρι τῆς χρείας περιβολὴ, ἵνα σκέπασμα ᾖ καὶ μὴ καλλώπισμα, καθάπερ ὠνόμασεν ὁ Παῦλος· Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Αἱ γὰρ εἰς καλλωπισμὸν ἐσθῆτες, γυναικεῖαι μᾶλλον ἢ ἀνδρεῖαι νομιζέσθωσαν· καὶ γὰρ ὁ νόμος λέγει· Οὐκ ἐνδύσεται ἀνὴρ στολὴν γυναικείαν. Μὴ τοίνυν θηλυνέσθω ἀνὴρ, ὅπου οὐδὲ τὸ θῆλυ σφόδρα προσήκει θηλύνεσθαι παρὰ τῷ Θεῷ. Ἐκ τριχῶν καμήλου ὁ Ἰωάννης ἐσθῆτα ἐφόρει, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ· καὶ πρότερον Ἠλίας, οὗ τὸ πνεῦμα ὁ Ἰωάννης ἐφόρεσε, μηλωτὴν μόνον κἀκεῖνος 48.1059 ἠμφίαστο. Νωθρᾶς καὶ ῥᾳθύμου ψυχῆς τὸ θαυμάζειν εὐανθὲς ἔνδυμα καὶ κατὰ τὴν ἐργασίαν λεπτόν· ψυχὴ δὲ μεγαλοφυὴς ἡ τοῦ ὄντως κόσμου τοῦ ἀληθινοῦ αἰσθανομένη διαπτύει πᾶσαν μαλακὴν ἐσθῆτα, τὴν ὑψηλοτέραν αὐτῆς ἐπιποθοῦσα τὴν ἀπερίεργον, τὴν εὐπρεπεστέραν, τὴν σεμνοτάτην, τὴν ἁγνείαν πάντων προτιμήσασα. Ἀρκέσθητε τοίνυν τῇ διὰ τῶν εἰρημένων ὑπομνήσει, φυλάξατε δὲ τὴν σεμνότητα, μὴ πέρα τοῦ μέτρου ἐξαγαγεῖν ὡς πικρὰν τὴν ἀκρίβειαν, ἥτις γλυκυτέρα ὑπὲρ μέλι καὶ κηρίον αὐτῷ τε τῷ ἀκούοντι καὶ τοῖς πλησιάζουσι γίνεται.

Ἡ γὰρ πνευματικὴ χαρὰ σεμνῶς καὶ μεγαλοπρεπῶς εἰς ἑνότητα Θεοῦ προσορμίζει τὴν ψυχὴν, πληροῖ δὲ τῆς γλυκύτητος καὶ τοὺς συντυγχάνοντας. Ἀλλὰ μὴ πρόφασιν λαβὼν ἐκ τῶν ἐμῶν λόγων, ὅτι ἐκωλύθης ἐν ἱλαρότητι διάγειν, ἄρξῃ