1

 2

 3

3

καὶ οὐχὶ ἡ προλαβοῦσα χορτασία ἀποστήσει ἡμᾶς τοῦ μὴ καθ' ἑκάστην ἐπιζητεῖν τροφὰς, ἀλλὰ τοῦτο ἀπὸ τῆς φύσεως ἀπαιτούμενοι ὡς χρέως ὀφείλομεν· οὕτω καὶ ἐπὶ τῆς ἀγάπης τὸν αὐτὸν τύπον φυλάξωμεν. Οὐ πλησθήσεται, φησὶν, ὀφθαλμὸς τοῦ ὁρᾷν, καὶ οὖς τοῦ ἀκούειν. Γλυκὺ τοῖς ὀφθαλμοῖς τὸ φῶς, καὶ οὐδεὶς ἔκαμεν ὁρῶν τῷ ὀφθαλμῷ, καὶ οὐδεὶς ἔκαμεν ἀκούων τοῖς ὠσίν· οὕτω καὶ τὸ τῆς ἀγάπης ἐράσμιον ἔργον ἀόκνως ἐπιτελεῖν ὀφείλομεν, καὶ οὐδέποτε κορέννυσθαι. Ὕδωρ γὰρ πολὺ οὐ δυνήσεται σβέσαι τὴν ἀγάπην· Μένει γὰρ, φησὶ, τὰ τρία ταῦτα, πίστις, ἐλπὶς, ἀγάπη. Ὥσπερ γὰρ ἦν ἀπ' ἀρχῆς, οὕτω καὶ εἰς αἰῶνα φυλαχθήσεται· ᾗ ἐξακολουθοῦντας ἡμᾶς γένοιτο τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.