1

 2

 3

 4

 5

5

Υἱὸν τοιοῦτος οὐκ ἔστι. Τί οὖν φιλονεικοῦμεν; Οὐχὶ, μὴ γένοιτο! Ἴδωμεν οὖν τίσι διελέγετο ὁ Παῦλος, καὶ διὰ τίνας τοῦτο εἴρηται. Ἀλλὰ προσέχετέ μου μετὰ ἀκριβείας τῷ λόγῳ. Ἐπειδὴ Ἕλληνες πολυθεΐαν ἐσέβοντο, οἱ Ἰουδαῖοι δὲ μοναρχίαν, ἵνα δὴ καὶ τὴν πολυθεΐαν ἀνέλῃ καὶ τὴν μοναρχίαν, διὰ τοῦτο ἔλεγεν· Εἴτε γάρ εἰσι θεοὶ πολλοὶ, καὶ κύριοι πολλοὶ, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς, ἀλλ' ἡμῖν εἷς Θεὸς ὁ Πατήρ. Καὶ εἰπὼν τὸ, εἷς, ἀνεῖλε τὴν πολυθεΐαν· ὅπου γὰρ εἷς, οὐκ εἰσὶ πολλοί· καὶ εἰπὼν Πατέρα, ἀνεῖλε τὴν μοναρχίαν· ὅπου γὰρ πατὴρ, δῆλον ὅτι καὶ υἱός. ∆ιὰ τοῦτο γοῦν εἶπεν· Εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα. Ὁρᾷς ὅτι πρὸς Ἕλληνας καὶ Ἰουδαίους ἀπεδιδύσκετο ὁ Παῦλος· διὰ τοῦτο εἶπεν· Εἷς Κύριος Ἰησοῦς Χριστὸς δι' οὗ τὰ πάντα· ἐπειδὴ τὰ πάντα διὰ τοῦ Υἱοῦ γεγόνασιν, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα. Καὶ ἄκουε Ἰωάννου λέγοντος· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν. Ὁρᾷς ὅτι οὗτός ἐστιν ὁ τῶν ἁπάντων δημιουργός. Μὴ τολμᾷς μοι δεῖξαι ὅτι ὁ Υἱὸς σὺν τοῖς πᾶσιν ἀριθμεῖται; Ἀλλ' ἀγνώμονες, ἕως πότε περιέρχεσθε τὰς Γραφὰς ἀνθολογοῦντες, ἵνα που τὸν Υἱὸν εἴπητε κτίσμα καὶ ποίημα; Θέλετε μαθεῖν; Ἐὰν ἀκούσωσι περὶ τοῦ Υἱοῦ ὑψηλὸν ῥῆμα ἢ θεοπρεπὲς, μαίνονται· νομίζουσιν ὅτι κοπρίαν τις βάλλει εἰς τὸ στόμα αὐτῶν. Βούλομαι ὑμῖν ὑπόδειγμα εἰπεῖν. Ὥσπερ ἄν τις ἀῤῥωστίᾳ καὶ πυρετοῖς πολλοῖς φλέγηται, ὀλίγον δὲ αὐτοῦ ἐν ἀνέσει ἐλθόντος προστάττωσιν οἱ ἰατροὶ μέλιτος περιχρίεσθαι τὸ στόμα αὐτοῦ· ποιοῦσι δὲ οὕτω καθὼς προστάττουσιν οἱ ἰατροί· ἐπιμελουμένου δὲ τοῦ ἀῤῥωστοῦντος ὑπὸ τῶν ὑπηρετῶν, νομίζει ὁ ἀῤῥωστῶν, ὅτι πικρόν ἐστι τὸ μέλι· καὶ λοιπὸν λέγουσιν οἱ παρεστῶτες, μέλι ἐστὶ, κύριε, καλόν ἐστι, προτρεπόμενοι τὸν ἀῤῥωστοῦντα· πικρὸν δὲ φαίνεται τὸ μέλι εἰς τὸ στόμα τοῦ ἀσθενοῦντος, οὐχ ὅτι πικρόν ἐστι τὸ μέλι· τί γὰρ γλυκύτερον μέλιτος; οὐκοῦν οὐ παρὰ τὴν φύσιν τοῦ μέλιτος, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τοῦ μὴ ὑποδεχομένου· οὕτω καὶ ἐπὶ τούτων γίνεται· ἐὰν ἀκούσωσιν ὁμοούσιον, νομίζουσι πικρίαν ποτίζεσθαι, καὶ οὐ παρὰ τὸν λόγον τοῦ λέγοντος, ἀλλὰ παρὰ τὴν ἀσθενῆ ἀκοὴν τοῦ μὴ ὑποδεχομένου. Ὁ Πατὴρ Υἱὸν καλεῖ· οἱ ἀπόστολοι ὁμοίως, καὶ οὗτοι κτίσμα καὶ ποίημα. Πῶς κτίσμα; τὸ γεννᾷν καὶ τὸ κτίζειν τὸ αὐτό ἐστιν; Εἰ πᾶς ὁ γεννῶν κτίζει, καὶ πᾶς ὁ κτίζων γεννᾷ, εὑρίσκομεν πάντα τὰ κτίσματα ἔγγονα τυγχάνοντα τοῦ Θεοῦ· ἐπειδὴ γὰρ πάντα διὰ τοῦ Υἱοῦ γεγόνασιν, οὐκοῦν κτίσας αὐτὰ καὶ ἐγέννησεν.

Ὁρᾷς ὅτι ἔγγονα τυγχάνουσι τοῦ Θεοῦ, καθὼς σὺ λέγεις; Ἕως πότε ἀγνώμονές ἐστε; Εἴπατέ μοι, κατὰ τίνα τρόπον τιμᾶται ὁ Υἱός; Ἐπειδὴ Υἱὸς λέγεται; Καὶ σύ. Ἀλλὰ τί; ἐπειδὴ Θεός; Καὶ σύ. Ἀλλ' ἔχεις μοι εἰπεῖν· Ἐκεῖνος πράγματι, σὺ δὲ ὀνόματι. Εἰ πράγματι; οὐκοῦν Υἱός. Ὁρᾷς, ὅτι τὸ στόμα σου ἐλέγχει σε; μήτι κτίσμα, μήτι ποίημα. Ἐκεῖνος γὰρ φύσει Υἱός ἐστι, σὺ δὲ προσηγορίᾳ· ἐκεῖνος ἐξ ἀϊδίου Πατρὸς ἐγεννήθη, σὺ δὲ ἐξ ὑποκειμένης ὕλης ἐποιήθης. Ταῦτα δέ μοι εἴρηται πρὸς Ἰουδαίους καὶ Ἕλληνας καὶ αἱρετικούς. Ἀλλ' ἡμεῖς δοξάσωμεν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.