1

 2

 3

 4

3

ὄνομα τῆς δουλείας. Καὶ γὰρ ἀχλὺς πολλάκις βάσκανος ἐπελθοῦσα τὰς τοῦ ἡλίου φαιδρὰς ἀκτῖνας πρὸς ὀλίγον ἀμαυροῖ, ἀλλ' οὐκ εἰς τέλος σκοτίζει· τῇ γὰρ ῥύμῃ τοῦ ἡλιακοῦ φωτὸς εὐθὺς ἐξελαύνεται· ὡσαύτως καὶ τὸ ὄνομα τῆς δουλείας οὐ σβέσει τὴν τῆς εὐγενείας μου αἴγλην· μετ' οὐ πολὺ γὰρ ὑπὸ τῆς ἀκτῖνος τῶν τρόπων μου διαχυθήσεται, καὶ ἀνὰ πᾶσαν τὴν Αἴγυπτον ἐκλάμψει τὸ τῆς εὐγενείας μου κάλλος. Πέπραμαί σοι, σύμφημι κἀγὼ, οὐκ ἀρνοῦμαι· δουλείας τὴν πρέπουσάν σοι ὑπηρεσίαν ἐξεπλήρωσα· ἀψευδής σοι γέγονα, ἀβλαβὴς, ἄμεμπτος, ἄδολος, ἀπρόσκοπος, ἀκατήγορος· οὐδεμία σοι κατ' ἐμοῦ ἀταξίας κατηγορία γεγένηται· καὶ νῦν συμβουλεύεις μοι ποιῆσαι πρᾶγμα ἀνόσιον, καὶ λαθραίως μοι, ὡς ὄφις, ὑποψιθυρίζεις, οἰομένη με δελεάζειν, καὶ ἀπειλαῖς θανατηφόροις κατακάμπτειν πρὸς τὸ ποθούμενόν σοι τῆς ἀκολασίας δρᾶμα; Μὴ ἀπατῶ, γύναι, μὴ πρόσεχέ μου τῇ νεότητι· δύναται καὶ νέος ἀσκὸς οἶνον φέρειν παλαιὸν, καὶ βαλάν 56.589 τιον καινὸν μαργαρίτας ἀρχαίους βαστάζειν. Νεαρὰν ὁρᾷς μου τὴν χλόην, ἀλλὰ πολιὸν περιβλέπου τὸ ἦθος· νεωτέραν μου τὴν ὄψιν ἡ φύσις παρέσχετο· πολιὰν δέ μου τὴν καρδίαν ὁ νόμος εἰργάσατο. Μὴ ἀπατῶ, γύναι, οὐ νικήσεις μου τὴν ἀρετήν· οὐ νικήσεις Ἰωσὴφ τὸν τοῦ Ἰακὼβ υἱὸν, Ἰακὼβ ἐκείνου τοῦ ἔτι ἐν κοιλίᾳ ὄντος καὶ πτερνίσαντος, καὶ μετὰ ταῦτα μετὰ ἀγγέλου ἰσχύσαντος παλαῖσαι· μὴ ἀπατῶ, τὰ αὐτὰ τῷ πατρί μου παλαίω. Ἀλλὰ καὶ ἐπαγγελίαις θωπεύειν με νομίζεις. Τί τοιοῦτον, εἰπέ μοι, δύνασαί μοι ἐπαγγείλασθαι, οἷόν ἐστιν ἡ σωφροσύνη; Ποία βασιλεία ἰσόῤῥοπος αὐτῇ ἐστι, ποῖος θησαυρὸς ἰσοστάσιος αὐτῇ ἐστιν; ἀγνοεῖς, ὅτι ἡ σωφροσύνη οὐράνιόν ἐστι κτῆμα, ἀγγελικὸν πρᾶγμα, Θεοῦ χάρισμα; Ἔχε σου τὰς ἐπαγγελίας· αἱ σαὶ τιμαὶ ἀτιμίας εἰσὶ πρόξενοι· αἱ σαὶ τιμαὶ, ἃς ἐπαγγέλλῃ, αἰσχύνης εἰσὶν ἀπαρχαί· ὁ σὸς χρυσὸς γῆς ἐστι γέννημα, καὶ ἰοῦ δαπάνη· ὁ ἐμὸς δὲ χρυσὸς Θεοῦ ἐστι γέννημα, ἀΐδιον βλάστημα. Ἀλλὰ λανθάνειν οἴει τὸ πρᾶγμα. Ἀγνοεῖς τὸν τοῦ Θεοῦ ἀκοίμητον ὀφθαλμὸν, τὸν πάντα τὰ ἐν τῷ σκότει γινόμενα ἐφορῶντα πράγματα; πόσους δὲ οἴει νῦν ἐνθάδε ἑστάναι ἀγγέλους; ὑπὸ πόσοις δὲ μάρτυσι γίνεσθαι τὰ πραττόμενα; Ἐννόησον, γύναι, τὸν ἄνδρα σου, τοὺς ἀδελφούς σου, τοὺς φίλους, τοὺς γείτονας, τοὺς συγγενεῖς, τοὺς ἐπὶ τῇ σεμνότητί σου καυχωμένους· ἐννόησον τοὺς παρόντας ἀγγέλους, καὶ ἢ αὐτοὺς αἰσχύνθητι, ἢ τοὺς ἀπόντας ἀνθρώπους αἰδέσθητι. Ποίοις δὲ ὄμμασιν ἐπὶ τὸν ἄνδρα σου ὄψει, ᾧ ἐπιβουλεῦσαι προείλω; ποίας δὲ ἀγκάλας ἁπλώσεις αὐτῷ, ὃν θανατῶσαι ἐθέλησας; ποίοις ῥήμασιν αὐτὸν κολακεύσεις, οὗ τὴν εὐνὴν, τὸ ὅσον ἐπὶ σοὶ, ἐμίανας; Μνήσθητι, ὅσα αὐτῷ ὑπέσχου· πῶς τῆς σωφροσύνης τὴν πίστιν φυλάττειν αὐτῷ, πῶς πλεῖον ἑαυτῆς ἐκεῖνον μεθ' ὅρκων ἀγαπᾷν διεβεβαιοῦ. Μίμησαι, γύναι, τὴν τρυγόνα· ἐκείνη γὰρ ἑνὶ ἀνδρὶ μιγεῖσα, ἑτέρῳ οὐκ ἔτι μίγνυται· κἂν συμβῇ τὸν ταύτης ἄῤῥενα ὑπὸ ἰξευτοῦ θηραθῆναι, ἢ ὑπὸ ἀετοῦ ἀναλωθῆναι, ἑτέρῳ ἄῤῥενι οὐκ ἐπιμίγνυται, ἀλλὰ μένει ἐκδεχομένη ἀεὶ τὸν ποθούμενον, καὶ τῇ ἐκείνου μνήμῃ ἐναποθνήσκει. Παιδευσάτω σε, γύναι, ἢ ὁ τοῦ Θεοῦ φόβος, ἢ ὁ τῶν Ἑβραίων νόμος, ἢ ἡ τῶν ἀρχαίων σεμνὴ πολιτεία. Ταῦτα εἰρηκὼς ὁ Ἰωσὴφ, καὶ ἰδὼν αὐτὴν ἔτι ἀναιδῶς κατέχουσαν αὐτοῦ τῶν ἱματίων, καὶ καιομένην πλεῖον πρὸς τὸν οἶστρον οἱ γὰρ ἔρωτες τότε πλεῖον πρὸς τὸ ποθούμενον ἐξάπτονται, ὅταν αὐτοῦ ἐφικέσθαι μὴ δυνηθῶσιν, ὥσπερ γενναῖος ἀθλητὴς, ἀποδυσάμενος τὰ ἱμάτια, καὶ ὅλην αὐτὴν σὺν τοῖς ἱματίοις εἰς τὸ χαμαὶ κενώσας, γυμνὸς τοῦ μύσους ἐκ τοῦ σκάμματος ἐξήλα 56.590 το, τῆς σωφροσύνης τὴν νίκην βαστάζων. Καὶ ἡ μὲν Αἰγυπτία κατεῖχε τὰ φύλλα τῆς ἀταξίας, ὁ δὲ Ἰωσὴφ τὸν καρπὸν τῆς δικαιοσύνης ἐβάσταζε. Χαρὰ ἦν ἐν τῷ οὐρανῷ ἐπὶ τῇ νίκῃ τοῦ Ἰωσήφ·