1

 2

 3

 4

4

ἔχαιρον ἄγγελοι, ἔκλαιον δαίμονες, ἐστεφανοῦτο Ἰωσὴφ, ᾐσχύνετο ἡ Αἰγυπτία· ἥψατο αὐτῆς ἡ νίκη· τρέπεται πρὸς συκοφαντίαν, καὶ διαβάλλει τὸν Ἰωσὴφ πρὸς τὸν ἄνδρα τὸν ἴδιον, αἶσχος αὐτῷ ἐπιφημίσασα, Τί, λέγουσα, εἰσήγαγες ὧδε παῖδα Ἑβραῖον ἐμπαίζειν ἡμῖν; Ἀγανακτεῖ ὁ ἀνὴρ, καὶ ἐμβάλλει αὐτὸν εἰς φυλακήν. Ἀναγκαῖος γὰρ ἦν ὁ λύχνος τοῖς ἐν σκότει, ὁ σιτοδότης πρὸς τοὺς πεινῶντας, ὁ λιμὴν πρὸς τοὺς χειμαζομένους, ὁ ἰατρὸς πρὸς τοὺς ἀσθενοῦντας. Ἐμβάλλονται καὶ δύο εὐνοῦχοι τοῦ Φαραὼ εἰς φυλακήν· ὁρῶσιν ἐνύπνια· οὐδεὶς ἦν ὁ συγκρίνων· ἀναφέρουσι τῷ Ἰωσήφ· σαφηνίζει τὸ ἐγκεκαλυμμένον. Ἐκβάλλονται οἱ εὐνοῦχοι τῆς φυλακῆς· ἀποβαίνει αὐτοῖς καθ' ἃ συνέκρινεν ὁ Ἰωσήφ. Ὁρᾷ ὁ βασιλεὺς Φαραὼ ἐνύπνιον· οὐδεὶς ἦν ὁ σαφηνίζων· ἀναγγέλλει ὁ εὐνοῦχος περὶ τοῦ Ἰωσήφ· ἐκβάλλεται ἐκ τῆς φυλακῆς διὰ τὸ ἐνύπνιον. Καὶ ὅρα μοι μυστήριον· ∆ι' ἐνύπνιον ἐπράθη· δι' ἐνύπνιον ἠλευθερώθη. Τί γάρ; Συγκρίνει τοῦ Φαραὼ τὸ ἐνύπνιον, ὁρᾷ αὐτοῦ ἀγχίνοιαν ὁ βασιλεὺς, καὶ ἐλευθέρωσεν αὐτὸν βασιλεύειν, πᾶσαν ἐξουσίαν αὐτῷ τῆς Αἰγύπτου ἐμπιστεύσας. Λαβὼν τὴν ἐξουσίαν ὁ Ἰωσὴφ, ἐν τῷ καιρῷ τοῦ λιμοῦ πάντας εὐεργέτει, ἀποδήμους, ἐνδήμους, φίλους, ἐχθροὺς, ξένους· ἔρχεται ὁ πατὴρ αὐτοῦ εἰς Αἴγυπτον· προσκυνεῖ αὐτῷ καὶ ἡ μήτηρ σὺν τῷ πατρί. Εἰ γὰρ καὶ κατὰ τὴν ὁδὸν ἐτελεύτησεν ἐρχομένη, ἀλλ' οὖν γε ἐν τῷ ἀνδρὶ προσεκύνησεν· ἀνὴρ γὰρ καὶ γυνὴ σὰρξ μία εἰσίν. Ἔρχονται καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἕνδεκα, προσκυνοῦσιν αὐτῷ· καὶ ἐπληρώθη τὸ ὅραμα, ὃ εἶδεν Ἰωσήφ· Ὤμην γὰρ, φησὶν, ὅτι ὁ ἥλιος, καὶ σελήνη, καὶ ἕνδεκα ἀστέρες προσεκύνουν μοι. ∆ιὰ τί ἕνδεκα; Ἐπεὶ ὁ Ἰούδας ἀπήγξατο· σύμβολον γὰρ ἦν ὁ πραθεὶς Ἰωσὴφ τοῦ πραθέντος ὑπὸ Ἰούδα Χριστοῦ. Ὁρᾷς πῶς διὰ σωφροσύνην ἐδικαιώθη, διὰ σωφροσύνην ἐν οὐρανοῖς βασιλεύει; Ταῦτα δὲ ἡμῖν εἴρηται, ἵνα καὶ ὑμεῖς τὴν αὐτὴν πολιτείαν ζηλώσαντες, τὴν αὐτὴν δόξαν παρὰ Θεοῦ κομίσησθε. Ἀλλ' ἔδει ἡμᾶς καὶ περὶ τῆς μακαρίας Σουσάννης εἰπεῖν, μάλιστα ἐπαγγειλαμένους· ἀλλ' ἐπειδὴ βέλτιόν ἐστι μᾶλλον διψῶντας ἀναχωρῆσαι, καὶ μὴ τοὺς κορεσθέντας καὶ ἃ ἐδέξαντο ἐκπτύσαι, ἐν ἄλλῃ τηρήσαντες ἡμέρᾳ τὴν διήγησιν, Θεοῦ βουλήσει, νῦν ἐπὶ τὸν κρατῆρα τῆς μυσταγωγίας ἐκδράμωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.