1

 2

 3

 4

 5

 6

5

χρημάτων εὐπορίᾳ, μὴ κτημάτων εὐθηνίᾳ, μὴ λίθων πολυτελείαις, μὴ οἴκων μεγαλουργίαις, μὴ ἡγε 51.46 μονίαις καὶ στρατηγίαις, μὴ ἁλουργίδι καὶ διαδήματι, μὴ ὀψοποιίαις καὶ καρυκείαις καὶ παντοδαπαῖς χλιδαῖς, μὴ ἄλλῳ τινὶ τῶν τὰς ἡμετέρας δελεαζόντων αἰσθήσεις, ἀλλὰ πᾶσι τούτοις ἐῤῥῶσθαι φράσαντες, τῆς τοῦ Θεοῦ βασιλείας ἀδιαλείπτως ὀρέγεσθαι. Οὕτως ἡμᾶς καὶ ταύτην διδάξας τὴν ἀρετὴν, ἐκέλευσε λέγειν· Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· ἐντεθεικὼς γὰρ ἡμῖν τῶν μελλόντων τὸν ἔρωτα, καὶ τῆς ἐπουρανίου βασιλείας τὴν ἐπιθυμίαν, καὶ τρώσας ἡμᾶς ἐκείνῳ τῷ πόθῳ, παρασκευάζει λέγειν· Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. ∆ὸς ἡμῖν, φησὶ, ∆έσποτα, τὴν ἐν οὐρανῷ μιμεῖσθαι πολιτείαν, ἵν' ἃ θέλεις αὐτὸς, καὶ ἡμεῖς θέλωμεν. Ἐπάρκεσον τοίνυν προαιρέσει καμνούσῃ, καὶ ποιεῖν μὲν ἐπιθυμούσῃ τὰ σὰ, ὑπὸ δὲ τῆς τοῦ σώματος ἀσθενείας κωλυομένῃ· ὄρεξον χεῖρα τοῖς τρέχειν μὲν ἐπειγομένοις, χωλεύειν δὲ ἠναγκασμένοις. Ὑπόπτερος ἡ ψυχὴ, ἀλλὰ βαρύνει ταύτην ἡ σάρξ· ὀξεῖα ἐκείνη πρὸς τὰ οὐράνια, ἀλλὰ βραδεῖα αὕτη πρὸς τὰ ἐπίγεια· τῆς δὲ σῆς βοηθείας παρούσης, ἔσται δυνατὰ καὶ τὰ λίαν ἀδύνατα. Γενηθήτω τοίνυν τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. εʹ. Καὶ ἐπειδὴ τῆς γῆς ἐμνημόνευσε, χρεία δὲ τοῖς ἐξ αὐτῆς γεγενημένοις καὶ ἐν αὐτῇ διαιτωμένοις, καὶ γηγενὲς σῶμα περικειμένοις, καὶ τῆς καταλλήλου τροφῆς, ἀναγκαίως ἐπήγαγε· Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Ἄρτον ἐκέλευσεν αἰτεῖν ἐπιούσιον, οὐ τρυφὴν, ἀλλὰ τροφὴν, τὴν τὸ ἐλλεῖπον ἀναπληροῦσαν τοῦ σώματος, καὶ τὸν ἐκ λιμοῦ κωλύουσαν θάνατον· οὐ τραπέζας φλεγμαινούσας, οὐδὲ ὄψων ποικιλίας, καὶ ὀψοποιῶν μαγγανείας, καὶ ἀρτοποιῶν ἐπινοίας, καὶ οἴνους ἀνθοσμίας, καὶ τἄλλα ὅσα τὸν μὲν λαιμὸν ἡδύνει, τὴν δὲ γαστέρα φορτίζει, τὴν δὲ διάνοιαν σκοτίζει, καὶ σκιρτᾷν τὸ σῶμα κατὰ τῆς ψυχῆς παρασκευάζει, καὶ δυσήνιον τῷ ἡνιόχῳ τὸν πῶλον ἐργάζεται.

Οὐ ταῦτα ἡμᾶς αἰτεῖν ὁ λόγος ἐδίδαξεν, ἀλλ' Ἄρτον ἐπιούσιον, τοῦτ' ἔστιν, ἐπὶ τὴν οὐσίαν τοῦ σώματος διαβαίνοντα, καὶ συγκροτῆσαι ταύτην δυνάμενον. Καὶ τοῦτον δὲ οὐκ εἰς πολὺν ἐτῶν ἀριθμὸν αἰτεῖν ἐκελεύσθημεν, ἀλλὰ τὸν σήμερον ἡμῖν ἀρκοῦντα μόνον· Μὴ μεριμνήσητε γὰρ, φησὶν, εἰς τὴν αὔριον. Τί δήποτε γὰρ περὶ τῆς αὔριον φροντίζει τις, ὁ τὴν αὔριον οὐ πάντως ὀψόμενος, ἀλλὰ τὸν μὲν πόνον δεχόμενος, τὸν δὲ καρπὸν οὐ δρεπόμενος; Θάῤῥησον τῷ Θεῷ τῷ διδόντι τροφὴν πάσῃ σαρκί. Ὁ τὸ σῶμά σοι δεδωκὼς, καὶ τὴν ψυχὴν ἐμφυσήσας, καὶ ζῶόν σε λογικὸν κατασκευάσας, καὶ πάντα σοι τὰ ἀγαθὰ πρὸ διαπλάσεως ἑτοιμάσας, πῶς σε διαπλασθέντα παρόψεται, Ὃς ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους; Τούτῳ τοίνυν θαῤῥῶν, τὴν ἐφήμερον μόνην αἴτει τροφὴν, τῆς δὲ αὔριον αὐτῷ κατάλιπε τὴν φροντίδα, ὡς καὶ ὁ μακάριος ἔλεγε ∆αυΐδ· Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει. Οὕτω διὰ τῶν εἰρημένων τὴν ἄκραν ἐκπαιδεύσας φιλοσοφίαν, εἰδὼς ὅτι τῶν ἀδυνάτων ἐστὶν, ἀνθρώπους ὄντας καὶ θνητὸν σῶμα περικειμένους μὴ πταίειν, ἐδίδαξε λέγειν· Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Τρία κατ' αὐτὸν ἀγαθὰ διὰ τοῦδε τοῦ λόγου πραγματεύεται· τοὺς μὲν 51.47 ἄκρους τὴν ἀρετὴν μετριότητα διδάσκει φρονήματος, καὶ παρακελεύεται μὴ θαῤῥεῖν τοῖς κατορθώμασιν, ἀλλὰ δεδιέναι καὶ τρέμειν καὶ τῶν προτέρων ἁμαρτημάτων μνημονεύειν· ὡς καὶ ὁ θεσπέσιος ποιεῖ Παῦλος, μετὰ μυρία κατορθώματα λέγων· Ὅτι Ἰησοῦς Χριστὸς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· οὐκ εἶπεν, ἤμην, ἀλλ', εἰμι, δεικνὺς ὅτι ἄπαυστον εἶχε τῶν εἰργασμένων τὴν μνήμην. Τοῖς μὲν οὖν ἄκροις τὴν ἀρετὴν ἀπὸ τῆς ταπεινοφροσύνης ἀσφάλειαν διὰ τούτων τῶν λόγων ἐμηχανήσατο· τοὺς δὲ πταίσαντας μετὰ τὴν τοῦ ἁγίου βαπτίσματος χάριν οὐκ ἀφίησιν ἀπογινώσκειν τῆς ἑαυτῶν σωτηρίας, ἀλλ' αἰτεῖν διδάσκει παρὰ τοῦ ἰατροῦ τῶν ψυχῶν τῆς ἀφέσεως τὰ φάρμακα. Πρὸς δὲ τούτοις, καὶ φιλανθρωπίας