1

 2

 3

 4

 5

 6

 7

2

ἐποίησεν ἡ χήρα, τοῦτο ποίησον ἐπὶ τοῦ καιροῦ καὶ σὺ τῆς ἡμέρας· καθάπερ ἐκείνη δύο κατέβαλεν ὀβολοὺς, καὶ πολλὴν παρὰ τοῦ Θεοῦ ἐπεσπάσατο τὴν εὔνοιαν· οὕτω καὶ σὺ δύο δάνεισον ὥρας τῷ Θεῷ, καὶ μυρίων ἡμερῶν κέρδος εἰς τὴν οἰκίαν εἰσάξεις τὴν σήν. Εἰ δὲ οὐκ ἀνέχῃ, σκόπει μή ποτε, μικρὸν ἡμέρας μέρος οὐ βουλόμενος ἑαυτὸν ἀποστῆσαι τῶν γηΐνων κερδῶν, ὁλοκλήρων ἐνιαυτῶν ἀπολέσῃς πόνους. Οἶδε γὰρ ὁ Θεὸς καταφρονούμενος καὶ τὰ συλλεγέντα κενοῦν χρήματα· ὥσπερ οὖν καὶ Ἰουδαίοις ἀπειλῶν ἔλεγεν, ἐπειδὴ τῆς περὶ τὸν ναὸν κατεφρόνουν ἐπιμελείας· Εἰσηνέγκατε αὐτὰ εἰς τοὺς οἴκους ὑμῶν, καὶ ἐξεφύσησα αὐτὰ, λέγει Κύριος. Τί γὰρ, εἰπέ μοι, διδάξαι σε τῶν ἀναγκαίων δυνησόμεθα, ἅπαξ τοῦ ἐνιαυτοῦ ἢ δεύτερον παρ' ἡμῖν φοιτῶντα, περὶ ψυχῆς, περὶ σώματος, περὶ ἀθανασίας, περὶ βασιλείας τῶν οὐρανῶν, περὶ κολάσεως, περὶ γεέννης, περὶ μακροθυμίας Θεοῦ, περὶ συγγνώμης, περὶ μετανοίας, περὶ βαπτίσματος, περὶ ἁμαρτημάτων ἀφέσεως, περὶ τῆς κτίσεως ταύτης τῆς ἄνω, καὶ τῆς κάτω, περὶ ἀνθρώπων φύσεως, περὶ ἀγγέλων, περὶ τῆς τῶν δαιμόνων κακουργίας, περὶ τῶν μεθοδειῶν τοῦ διαβόλου, περὶ πολιτείας, περὶ δογμάτων, περὶ τῆς ὀρθῆς πίστεως, περὶ τῶν διεφθαρμένων αἱρέσεων; Ταῦτα γὰρ καὶ πολλῷ πλείονα τούτων τὸν Χριστιανὸν εἰδέναι χρὴ, καὶ τούτων πάντων ἀποδιδόναι λόγον τοῖς ἐρωτῶσιν ὑμᾶς. Ὑμεῖς δὲ οὐδὲ τὸ πολλοστὸν τούτων εἰδέναι δυνήσεσθε μέρος, ἅπαξ 49.365 ἐνταῦθα καὶ τοῦτο παρέργως συναγόμενοι, καὶ διὰ συνήθειαν ἑορτῆς, οὐ δι' εὐλάβειαν ψυχῆς. Ἀγαπητὸν γὰρ εἰ καθ' ἑκάστην σύναξιν ἐνταῦθά τις ἀπαντῶν δυνηθείη μετ' ἀκριβείας ἅπαντα ταῦτα κατασχεῖν. Οἰκέτας ἔχετε πολλοὶ τῶν ἐνταῦθα παρόντων καὶ υἱοὺς, καὶ μέλλοντες αὐτοὺς παραδιδόναι τοῖς τῶν τεχνῶν ἐπιστάταις, ὧν ἂν ἕλοισθε, καὶ τὴν οἰκίαν αὐτοῖς τὴν ὑμετέραν ἄβατον ποιεῖτε καθάπαξ, καὶ στρώματα καὶ τροφὰς καὶ τὴν ἄλλην ἅπασαν αὐτοῖς παρασκευάσαντες διακονίαν, τῷ διδασκάλῳ συγκατοικίζετε ἀπείργοντες αὐτοὺς τῆς οἰκίας ἐπιβαίνειν τῆς ὑμετέρας, ἵνα ἡ συνεχὴς ἐκεῖ διατριβὴ τὴν διδασκαλίαν ἀκριβεστέραν ἐργάσηται, μηδεμιᾶς φροντίδος τὴν σχολὴν διακοπτούσης. Νυνὶ δὲ οὐ τέχνην τὴν τυχοῦσαν, ἀλλὰ τὴν πασῶν μείζονα μανθάνειν μέλλοντες, πῶς ἀρέσαι τῷ Θεῷ δεῖ, καὶ τῶν οὐρανίων ἐπιτυχεῖν, παρέργως ἡγεῖσθε δύνασθαι τοῦτο κατορθοῦν. Καὶ πόσης τοῦτο ἀνοίας; Ὅτι γὰρ μάθησις τὸ πρᾶγμά ἐστι πολλῆς δεόμενον τῆς προσοχῆς, ἄκουσον τί φησι· Μάθετε ἀπ' ἐμοῦ ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ πάλιν ὁ προφήτης· ∆εῦτε, τέκνα, ἀκούσατέ μου· φόβον Κυρίου διδάξω ὑμᾶς· καὶ πάλιν· Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός. Ὥστε πολλῆς σχολῆς χρεία τῷ μέλλοντι ταύτης ἀπολαύσεσθαι τῆς φιλοσοφίας. βʹ. Ἀλλὰ γὰρ, ἵνα μὴ τὸν χρόνον ἅπαντα εἰς ἔγκλημα τῶν ἀπολιμπανομένων ἀναλώσωμεν, ἀρκεσθέντες τοῖς εἰρημένοις εἰς τὴν τῆς αὐτῶν ἐκείνων ῥᾳθυμίας διόρθωσιν, φέρε τι περὶ τῆς παρούσης ἑορτῆς φιλοσοφήσωμεν. Πολλοὶ γὰρ τὰς μὲν ἑορτὰς ἄγουσι, καὶ τὰ ὀνόματα αὐτῶν ἴσασι, τὰς δὲ ὑποθέσεις, ὅθεν ἐτέχθησαν, ἀγνοοῦσιν. Ὅτι μὲν οὖν Ἐπιφάνεια ἡ παροῦσα λέγεται ἑορτὴ, δῆλόν ἐστι πᾶσι· τίς δέ ἐστιν ἡ ἐπιφάνεια αὕτη, καὶ πότερον μία τίς ἐστιν ἢ δύο, τοῦτο οὐκ ἔτι ἴσασιν· ὅπερ ἐσχάτης αἰσχύνης ἂν εἴη καὶ πολλοῦ τοῦ καταγέλωτος, καθ' ἕκαστον ἐνιαυτὸν τὴν ἑορτὴν ταύτην ἄγοντας, τὴν ὑπόθεσιν αὐτῆς ἀγνοεῖν. Πρῶτον μὲν οὖν ἀναγκαῖον εἰπεῖν πρὸς τὴν ὑμετέραν ἀγάπην, ὅτι οὐ μία τίς ἐστιν ἐπιφάνεια, ἀλλὰ δύο· μία μὲν ἡ παροῦσα αὕτη καὶ γενομένη, δευτέρα δὲ ἡ μέλλουσα καὶ κατὰ τὴν συντέλειαν ἐνδόξως γενησομένη. Καὶ περὶ ἑκατέρας αὐτῶν ἠκούσατε σήμερον Παύλου Τίτῳ διαλεγομένου καὶ λέγοντος οὕτω· περὶ μὲν τῆς