1

 2

 3

 4

 5

 6

 7

6

δοῦναι. ∆ιὰ τοῦτο οὐκ εἶπε, Πρέπον ἐστὶν ἡμῖν ποιῆσαι τὸ καὶ τὸ, ἀλλὰ, Πληρῶσαι πᾶσαν δικαιοσύνην. Ἐμοὶ τῷ ∆εσπότῃ πρέπον ἐστὶ, φησὶ, τῷ ἔχοντι, καταβαλεῖν ὑπὲρ τῶν οὐκ ἐχόντων. Αὕτη ἡ αἰτία τοῦ βαπτίσματος, ἵνα δόξῃ τὸν νόμον ἅπαντα πληροῦν, καὶ αὕτη, καὶ ἡ πρὸ ταύτης εἰρημένη. ∆ιὸ καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς κάτεισιν· ὅπου γὰρ καταλλαγὴ Θεοῦ, περιστερά. Καὶ γὰρ καὶ ἐπὶ τῆς κιβωτοῦ τῆς ἐπὶ Νῶε φέρουσα κλάδον ἐλαίας ἦλθεν ἡ περιστερὰ, σύμβολον τῆς τοῦ Θεοῦ φιλανθρωπίας, καὶ τῆς τοῦ χειμῶνος ἀπαλλαγῆς· καὶ νῦν ἐν εἴδει περιστερᾶς, οὐκ ἐν σώματι δεῖ γὰρ ἀσφαλῶς ταῦτα εἰδέναι , τὸ Πνεῦμα ἔρχεται, τὸν ἔλεον τοῦ Θεοῦ καταγγέλλον τῇ οἰκουμένῃ, ἅμα δὲ καὶ δηλοῦν, ὅτι τὸν πνευματικὸν ἄνδρα ἀπόνηρόν τινα εἶναι χρὴ καὶ ἁπλοῦν καὶ ἄκακον· καθάπερ καὶ ὁ Χριστός φησιν· Ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἐκείνη μὲν οὖν ἡ κιβωτὸς, τοῦ χειμῶνος λυθέντος, ἔμεινεν ἐπὶ τῆς γῆς· αὕτη δὲ ἡ κιβωτὸς, τῆς ὀργῆς λυθείσης, εἰς τὸν οὐρανὸν ἡρπάζετο, καὶ νῦν ἐστιν ἐν δεξιᾷ τοῦ Πατρὸς τὸ ἄμωμον ἐκεῖνο καὶ ἀκήρατον σῶμα. Ἀλλ' ἐπειδὴ τοῦ σώματος ἐμνήσθην ∆εσποτικοῦ, ἀναγκαῖον πρὸς ὑμᾶς μικρὰ περὶ τούτου διαλεχθέντας καταπαῦσαι τὸν λόγον. Οἶδα ὅτι πολλοὶ παρ' ἡμῖν διὰ τὴν τῆς ἑορτῆς συνήθειαν τῇ ἱερᾷ ταύτῃ προσδραμοῦνται τραπέζῃ. Ἔδει μὲν οὖν, ὡς καὶ πολλάκις ἔφθην εἰπὼν, μὴ ἑορτὰς παρατηρεῖν, ἡνίκα ἂν δέοι κοινωνεῖν, ἀλλὰ τὸ συνειδὸς καθαίρειν, καὶ τότε τῆς ἱερᾶς ἅπτεσθαι θυσίας. Ὁ μὲν γὰρ 49.370 ἐναγὴς καὶ ἀκάθαρτος οὐδὲ ἐν ἑορτῇ δίκαιος ἂν εἴη μετέχειν τῆς ἁγίας ἐκείνης καὶ φρικώδους σαρκός· ὁ δὲ καθαρὸς καὶ διὰ μετανοίας ἀκριβοῦς ἀποσμηξάμενος τὰ πλημμελήματα, καὶ ἐν ἑορτῇ καὶ ἀεὶ δίκαιος ἂν εἴη μετέχειν τῶν θείων μυστηρίων, καὶ ἀπολαύειν ἂν εἴη ἄξιος τῶν τοῦ Θεοῦ δωρεῶν. Ἀλλ' ἐπειδὴ τοῦτο οὐκ οἶδα πῶς παρῶπταί τισι, καὶ μυρίων πολλοὶ γέμοντες κακῶν, ὅτε τὴν ἑορτὴν ἴδωσι παραγενομένην, ὡς ὑπ' αὐτῆς ὠθούμενοι τῆς ἡμέρας, ἅπτονται τῶν ἱερῶν μυστηρίων, ἃ μηδὲ ἰδεῖν οὕτω διακειμένους θέμις· τοὺς μὲν δήλους ἡμῖν αὐτοὶ πάντως ἡμεῖς ἀπείρξομεν, τοὺς δὲ ἀγνώστους ἡμῖν τῷ Θεῷ καταλείψομεν, τῷ τὰ ἀπόῤῥητα τῆς ἑκάστου διανοίας εἰδότι· τὸ γοῦν φανερῶς ἁμαρτανόμενον παρὰ πάντων πειρασόμεθα διορθῶσαι τήμερον. Τί οὖν ἐστι τοῦτο τὸ ἁμάρτημα; Τὸ μὴ μετὰ φρίκης προσιέναι, ἀλλὰ λακτίζοντας, τύπτοντας, θυμοῦ γέμοντας, βοῶντας, λοιδοροῦντας, τοὺς πλησίον ὠθοῦντας, ταραχῆς ἐμπεπλησμένους. Ταῦτα καὶ πολλάκις εἶπον, καὶ λέγων οὐ παύσομαι. Οὐχ ὁρᾶτε ἐπὶ τῶν Ὀλυμπίων ἀγώνων, ὅταν ἀγωνοθέτης διὰ τῆς ἀγορᾶς βαδίζῃ, στέφανον ἐπὶ τῆς κεφαλῆς ἔχων, στολὴν ἀναβεβλημένος, ῥάβδον ἐν τῇ χειρὶ κατέχων, ὅση ἡ εὐταξία, τοῦ κήρυκος βοῶντος ἡσυχίαν εἶναι μετ' εὐκοσμίας; Πῶς οὖν οὐκ ἄτοπον, ἔνθα μὲν ὁ διάβολος πομπεύει, τοσαύτην εἶναι τὴν ἡσυχίαν, ἔνθα δὲ ὁ Χριστὸς πρὸς ἑαυτὸν καλεῖ, πολὺν εἶναι τὸν θόρυβον; Ἐν ἀγορᾷ ἡσυχία, καὶ ἐν ἐκκλησίᾳ κραυγή; ἐν πελάγει γαλήνη, καὶ ἐν λιμένι κύματα; Τί θορυβῇ, εἰπέ μοι, ἄνθρωπε; τί δὲ ἐπείγῃ; πραγμάτων ἀνάγκη σε καλεῖ πάντως; ὅλως γὰρ οἶδας ὅτι πράγματα ἔχεις κατὰ τὴν ὥραν ἐκείνην; μέμνησαι γὰρ ὅλως, ὅτι ἐπὶ τῆς γῆς εἶ; νομίζεις δὲ μετὰ ἀνθρώπων εἶναι; Καὶ πῶς οὐχὶ λιθίνης ταῦτα διανοίας, τὸ νομίζειν κατὰ τὸν καιρὸν ἐκεῖνον ἐπὶ γῆς ἑστάναι, ἀλλ' οὐ μετ' ἀγγέλων χορεύειν, μεθ' ὧν τὸ μυστικὸν ἐκεῖνο μέλος ἀνέπεμψας, μεθ' ὧν τὴν ἐπινίκιον ἐκείνην ἀνήνεγκας ᾠδὴν τῷ Θεῷ; ∆ιὰ τοῦτο καὶ ἀετοὺς ἡμᾶς ὁ Χριστὸς ἐκάλεσεν εἰπὼν, Ὅπου τὸ πτῶμα, ἐκεῖ συναχθήσονται καὶ οἱ ἀετοὶ, ἵνα οὐρανοβατῶμεν, ἵνα ὑψηλὰ πετώμεθα τοῖς πτεροῖς τοῦ πνεύματος κουφιζόμενοι· ἡμεῖς δὲ κατὰ τοὺς ὄφεις χαμαὶ συρόμεθα, καὶ γῆν ἐσθίομεν. Βούλεσθε εἴπω πόθεν ὁ θόρυβος καὶ ἡ κραυγὴ γίνεται; Ὅτι οὐ διαπαντὸς ὑμῖν τὰς θύρας ἀποκλείομεν, ἀλλὰ συγχωροῦμεν πρὸ τῆς