1

 2

 3

 4

 5

 6

 7

 8

 9

4

ἕκαστον τοίνυν τῶν ῥημάτων ἐξετάσωμεν, ἵνα μάθωμεν καὶ ἐντεῦθεν τοῦ σταυροῦ τὴν δύναμιν. Οὐδὲ γὰρ εἶπε πρὸς αὐτὸν, καθάπερ πρὸς Πέτρον καὶ Ἀνδρέαν· ∆εῦτε, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων· οὐδὲ εἶπε πρὸς αὐτὸν, καθάπερ πρὸς τοὺς δώδεκα μαθητὰς, ὅτι Καθίσεσθε 49.411 ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Ὅλως δὲ οὐδὲ ῥήματος αὐτὸν ἠξίωσεν. Οὐδὲ θαύματα εἶδεν, οὐ νεκρὸν ἀνιστάμενον, οὐ δαίμονας ἐλαυνομένους, οὐ θάλατταν εἴκουσαν αὐτοῦ τῷ ἐπιτάγματι, οὐ περὶ βασιλείας αὐτῷ διελέχθη· πόθεν δὲ ᾔδει καὶ τῆς βασιλείας τὸ ὄνομα; Ἴδωμεν αὐτοῦ τὴν σύνεσιν τὴν πολλήν. Ἐλοιδόρει αὐτὸν, φησὶν, ὁ ἕτερος λῃστής· καὶ γὰρ ἕτερος ἦν λῃστὴς συνεσταυρωμένος, ἵνα πληρωθῇ τὸ παρὰ τοῦ προφήτου εἰρημένον, ὅτι Καὶ μετὰ ἀνόμων ἐλογίσθη. Ἐβούλοντο γὰρ καὶ τὴν δόξαν αὐτοῦ διαβαλεῖν οἱ ἀγνώμονες Ἰουδαῖοι, καὶ πανταχόθεν ἐπηρέαζον τοῖς γινομένοις· ἀλλὰ διὰ πάντων ἡ ἀλήθεια ηὔξανε, καὶ δι' αὐτῶν τῶν κωλυμάτων λαμπροτέρα ἐγίνετο. Ἐλοιδόρει τοίνυν αὐτὸν ὁ ἕτερος λῃστής· εἷς δέ τις τῶν εὐαγγελιστῶν φησιν, ὅτι ἀμφότεροι ἐλοιδόρουν τὸν Ἰησοῦν· καὶ τοῦτο δὲ ἀληθὲς, ὃ καὶ μάλιστα ἐπιτείνει τούτου τὴν εὐγνωμοσύνην. Εἰκὸς γὰρ αὐτὸν λοιδορῆσαι μὲν παρὰ τὴν ἀρχὴν, ἀθρόον δὲ τοσαύτην τὴν μεταβολὴν ἐπιδείξασθαι. Ἐλοιδόρει τοίνυν αὐτὸν, φησὶν, ὁ ἕτερος λῃστής. Εἶδες λῃστὴν καὶ λῃστήν; ἀμφότεροι ἐν τῷ σταυρῷ, ἀμφότεροι ἀπὸ πονηρίας, ἀμφότεροι ἀπὸ βίου λῃστικοῦ, ἀλλ' οὐκ ἀμφότεροι ἐν τοῖς αὐτοῖς· ἀλλ' ὁ μὲν βασιλείαν ἐκληρονόμησεν, ὁ δὲ εἰς γέενναν παρεπέμπετο. Οὕτω καὶ χθὲς, μαθητὴς καὶ μαθηταί· ἀλλ' ὁ μὲν πρὸς προδοσίαν παρεσκευάζετο, οἱ δὲ πρὸς διακονίαν εὐτρεπίζοντο· καὶ ἐκεῖνος μὲν ἔλεγε τοῖς Φαρισαίοις· Τί θέλετέ μοι δοῦναι, καὶ ἐγὼ ὑμῖν παραδώσω αὐτόν; οὗτοι δὲ προσῆλθον τῷ Ἰησοῦ λέγοντες· Ποῦ θέλεις ἑτοιμάζωμέν σοι φαγεῖν τὸ Πάσχα; Οὕτω καὶ ἐνταῦθα, λῃστὴς καὶ λῃστής· ἀλλ' ὁ μὲν ἐλοιδορεῖτο, ὁ δὲ ἐπιστομίζει· ὁ μὲν βλασφημεῖ, ὁ δὲ ἐγκαλεῖ, καὶ ταῦτα ὁρῶν ἐσταυρωμένον αὐτὸν, κατακεκριμένον, τὸν δῆμον κάτωθεν λοιδορούμενον, ἐπιβοῶντα μεγάλα· ἀλλ' ὅμως οὐδὲν τούτων αὐτὸν παρέτρεψεν, οὐδὲ τῆς προσηκούσης δόξης ἀπήγαγεν, ἀλλὰ καὶ τῷ ἑτέρῳ λῃστῇ σφοδρῶς ἐπιτίθεται, καί φησι πρὸς αὐτόν· Οὐδὲ φοβῇ τὸν Θεὸν σύ; γʹ. Εἶδες παῤῥησίαν λῃστοῦ; εἶδες πῶς οὐδὲ ἐν σταυρῷ τῆς οἰκείας τέχνης ἐπιλανθάνεται, ἀλλὰ διὰ τῆς ὁμολογίας αὐτῆς λῃστεύει τὴν βασιλείαν; Οὐδὲ φοβῇ τὸν Θεὸν σὺ, φησίν; Εἶδες παῤῥησίαν ἐν σταυρῷ; εἶδες φιλοσοφίαν, εἶδες εὐλάβειαν; Ὅτι γὰρ ἐν ἑαυτῷ ἦν, ὅτι τὰς φρένας ὅλως εἶχε τοῖς ἥλοις ἐμπεπαρμένος, καὶ τὰς ἐκ τῶν ἥλων ὀδύνας ὑπομένων τὰς ἀφορήτους, οὐχὶ θαυμάζεσθαι ἄξιος τοῦ γενναίου φρονήματος ἕνεκα; Ἐγὼ μὲν οὐ θαυμάζεσθαι μόνον ἄξιον, ἀλλὰ καὶ μακαρίζεσθαι αὐτὸν δικαίως ἂν εἴποιμι. Καὶ γὰρ οὐ μόνον οὐκ ἐπεστρέφετο πρὸς τὰς ἀλγηδόνας, ἀλλ' ἀφεὶς τὰ καθ' ἑαυτὸν, τὰ ἑτέρου ἐφρόντιζε, καὶ ὅπως ἐκεῖνον ἐξαρπάσῃ τῆς πλάνης, καὶ διδάσκαλος γένηται ἐν σταυρῷ, ἐσπούδαζεν. Οὐδὲ φοβῇ τὸν Θεὸν, φησὶ, σύ; Μονονουχὶ λέγει πρὸς αὐτόν· Μὴ τῷ κάτω δικαστηρίῳ πρόσεχε, μὴ ἀπὸ τῶν ὁρωμένων ψηφίζου, μὴ τὰ γινόμενα μόνον ὅρα· ἔστιν ἕτερος κριτὴς ἀόρατος, ἀδέκαστόν ἐστιν ἐκεῖνο τὸ δικαστήριον, παραλογισθῆναι μὴ δυνάμενον. Μὴ τοίνυν ἴδῃς, ὅτι κατεκρίθη κάτω· ἀλλὰ τὰ ἄνω οὐ τοιαῦτα. Ἐνταῦθα μὲν γὰρ ἐν τῷ κάτω δικαστηρίῳ καὶ ἀνεύθυνοι πολλάκις καταδικάζονται, καὶ ὑπεύθυνοι ἀφίενται, καὶ δίκαιοι κατακρίνονται, καὶ 49.412 ἄδικοι διαφεύγουσι. Τὰ μὲν γὰρ ἑκόντες τῶν κρινομένων, τὰ δὲ ἄκοντες διαφθείρουσιν οἱ πολλοὶ τῶν ἀνθρώπων· ἢ γὰρ ἀγνοοῦντες τὸ δίκαιον καὶ ἀπατηθέντες, ἢ ἰδόντες μὲν, ὑπὸ χρημάτων δὲ διαφθαρέντες προέδωκαν τὴν ἀλήθειαν, καὶ κατεψηφίσαντο τῶν ἀνευθύνων. Ἄνω δὲ οὐδὲν τοιοῦτόν ἐστιν. Ὁ Θεὸς γὰρ κριτὴς δίκαιος, καὶ τὸ κρῖμα