1

 2

 3

 4

 5

 6

 7

 8

 9

5

αὐτοῦ ὡς φῶς ἐξελεύσεται· οὐκ ἔχει σκότος, οὐκ ἔχει ἀποκρυβὴν, οὐδεμίαν δέχεται παρατροπήν. Ἵνα γὰρ μὴ λέγῃ ἐκεῖνος, ὅτι κατεδικάσθη κάτω, τί αὐτῷ συνηγορεῖς; ἀνήγαγεν αὐτὸν ἐπὶ τὸ ἄνω δικαστήριον, ἐπὶ τὸ βῆμα τὸ φοβερὸν, ἐπὶ τὸ κριτήριον τὸ ἀδέκαστον, ἐπὶ τὸν ἀπαραλόγιστον δικαστὴν, ἀνέμνησεν αὐτὸν ἐκείνου τοῦ φοβεροῦ κριτηρίου. Ἐκεῖ βλέπε, φησὶ, καὶ οὐκ οἴσεις τὴν καταδικάζουσαν ψῆφον, οὐδὲ στήσῃ μετὰ τῶν κάτω ἀνθρώπων, ἀλλὰ θαυμάσεις, καὶ ἀποδέξῃ τὴν ἄνωθεν κρίσιν. Οὐδὲ φοβῇ, φησὶ, τὸν Θεὸν σύ; Εἶδες φιλοσοφίαν λῃστοῦ, εἶδες σύνεσιν, εἶδες διδασκαλίαν; ἀθρόον ἀπὸ τοῦ σταυροῦ πρὸς τὸν οὐρανὸν ἀνέπτη. Καὶ ὅρα αὐτὸν ἀποστολικὸν νόμον ἤδη πληροῦντα, καὶ οὐ τὰ ἑαυτοῦ μόνον σκοποῦντα, ἀλλὰ πάντα ποιοῦντα καὶ πραγματευόμενον, ὥστε καὶ ἐκεῖνον τῆς πλάνης ἀπαλλάξαι, καὶ πρὸς τὴν ἀλήθειαν ἐπαναγαγεῖν. Εἰπὼν γὰρ, Οὐδὲ φοβῇ τὸν Θεὸν σὺ, ἐπήγαγεν, Ὅτι ἐν τῷ αὐτῷ κρίματί ἐσμεν. Σκόπει ἐξομολόγησιν ἀπηρτισμένην. Τί ἐστιν, Ἐν τῷ αὐτῷ κρίματί ἐσμεν; Ἐν τῇ αὐτῇ, φησὶ, κολάσει· καὶ ἡμεῖς γὰρ ἐν σταυρῷ ἐσμεν. Ἐκεῖνον τοίνυν ὀνειδίζων, σαυτὸν πρὸ ἐκείνου βάλλεις ταῖς λοιδορίαις. Ὥσπερ οὖν ὁ ἐν ἁμαρτήμασιν ὢν, καὶ ἕτερον καταδικάζων, ἑαυτὸν πρὸ ἐκείνου καταδικάζει· οὕτω καὶ ὁ ἐν συμφορᾷ ὢν, καὶ ὀνειδίζων ἑτέρου συμφορὰν, ἑαυτὸν πρὸ ἐκείνου ὀνειδίζει. Ἐν τῷ αὐτῷ κρίματι, φησὶν, ἐσμέν. Ἀποστολικὸν αὐτῷ νόμον ἀναγινώσκει, εὐαγγελικὰ ῥήματα λέγοντα· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Ὅτι ἐν τῷ αὐτῷ κρίματί ἐσμεν. Τί ποιεῖς, ὦ λῃστά; κοινωνὸν ὑμῶν αὐτὸν ποιεῖς λέγων, Ἐν τῷ αὐτῷ κρίματί ἐσμεν; Οὐχὶ, φησίν· ἐπάγω τὴν διόρθωσιν διὰ τῶν ἑξῆς· Καὶ ἡμεῖς μὲν, φησὶ, δικαίως· ἄξια γὰρ ὧν ἐποιήσαμεν ἀπολαμβάνομεν. Ἵνα γὰρ μὴ ἀκούσας ὅτι εἶπεν, Ἐν τῷ αὐτῷ κρίματί ἐσμεν, νομίσῃς ὅτι κοινωνὸν αὐτὸν τῆς ἁμαρτίας ἐποίησε, διὰ τοῦτο ἐπήγαγε τὴν διόρθωσιν, καί φησιν· Ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐποιήσαμεν ἀπολαμβάνομεν. Εἶδες ἐξομολόγησιν τελείαν ἐν σταυρῷ; εἶδες πῶς ἀπενίψατο διὰ τῶν ῥημάτων τὰ ἁμαρτήματα; εἶδες πῶς ἐπλήρωσεν ἐκεῖνο τὸ προφητικὸν παράγγελμα· Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς; Οὐδεὶς αὐτὸν ἠνάγκασεν, οὐδεὶς κατηγόρησεν, οὐδεὶς ἐπέθετο· αὐτὸς ἑαυτοῦ κατήγορος γίνεται· διὰ τοῦτο οὐδένα λοιπὸν εἶχεν ἕτερον κατήγορον. Προλαβὼν γὰρ ἥρπασε τὴν τάξιν τοῦ κατηγόρου, καὶ ἑαυτὸν ἐστηλίτευσε λέγων· Ἡμεῖς δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. Εἶδες εὐλάβειαν ἐπιτεταμένην; Ὅτε δὴ κατηγόρησεν ἑαυτοῦ, ὅτε ἐξεπόμπευσε τὰ καθ' ἑαυτὸν, ὅτε ἀπελογήσατο ὑπὲρ τοῦ ∆εσπότου εἰπὼν, ὅτι Ἡμεῖς μὲν δικαίως, οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξε· τότε καὶ τὴν ἱκε49.413 σίαν προσαγαγεῖν ἐθάῤῥησε, λέγων· Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Οὐκ ἐτόλμησε πρότερον εἰπεῖν, Μνήσθητί μου, ἕως ὅτε διὰ τῆς ἐξομολογήσεως ἐκάθηρεν ἑαυτὸν τοῦ ῥύπου τῶν ἁμαρτημάτων, ἕως ὅτε καταδικάσας ἑαυτὸν ἀνεύθυνον εἰργάσατο, ἕως ὅτε διὰ τῆς κατηγορίας ἀπέθετο τὰ πλημμελήματα. Ὁρᾷς πόσον ἰσχύει ἐξομολόγησις καὶ ἐν αὐτῷ τῷ σταυρῷ; Ταῦτα ἀκούων, ἀγαπητὲ, μηδέποτε ἀπογνῷς σαυτοῦ, ἀλλ' ἐννοῶν τὸ ἄφατον μέγεθος τῆς τοῦ Θεοῦ φιλανθρωπίας, ἐπείγου πρὸς τὴν τῶν ἡμαρτημένων διόρθωσιν. Εἰ γὰρ ἐν σταυρῷ ὄντα τὸν λῃστὴν τοσαύτης ἠξίωσε τῆς φιλοτιμίας, πολλῷ μᾶλλον ἡμᾶς τῆς οἰκείας ἀξιώσει φιλανθρωπίας, εἰ βουληθείημεν τῶν πεπλημμελημένων τὴν ἐξομολόγησιν ποιήσασθαι. Ἵνα τοίνυν καὶ ἡμεῖς τῆς παρ' αὐτοῦ φιλανθρωπίας ἀπολαύσωμεν, ἐξομολογεῖσθαι τὰ ἑαυτῶν ἁμαρτήματα μὴ ἐπαισχυνώμεθα· μεγάλη γὰρ τῆς ἐξομολογήσεως ἡ ἰσχὺς, καὶ πολλὴ ταύτης ἡ δύναμις. Ἰδοὺ γὰρ καὶ οὗτος ἐξωμολογήσατο, καὶ τὸν παράδεισον εὗρεν ἀνεῳγμένον· ἐξωμολογήσατο, καὶ παῤῥησίαν ἔλαβεν, ὁ ἐν λῃστείᾳ ὢν, βασιλείαν αἰτῆσαι. Μέχρις ἐκείνου τοῦ καιροῦ τὴν