1

 2

 3

 4

 5

2

ὁρᾷς ὅτι ἐὰν δίδως τῷ πένητι, τῷ Θεῷ δίδως. Ἐὰν μὴ δώσῃς οὖν αὐτῷ, πῶς καὶ σὺ αἰτήσεις αὐτὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἵνα σε ἐλεήσῃ; ἆρα οὐκ ἐγκαλέσει σοι, ὅτι Πεινῶντά με εἶδες, καὶ οὐκ ἐχόρτασας· διψῶντά με εἶδες, καὶ οὐκ ἐπότισας· γυμνὸν εἶδες, καὶ οὐκ ἐνέδυσας; τί ἄρα ἐρεῖς αὐτῷ; ποίαν ἕξεις συγγνώμην; Σὺ σηρικὰ καὶ λαγῷα καὶ αἴγεια περιβέβλησαι, καὶ ὁ πένης ῥάκος οὐκ ἔχει· καὶ σὺ μὲν τρώγεις φασιανοὺς ἢ ὄρνεις καὶ χῆνας καὶ ὅσα ἐστὶν ἐν ἐδέσμασι· καὶ ὁ πένης οὐκ ἰσχύει τὴν ἑαυτοῦ κοιλίαν χορτάσαι ἄρτῳ καὶ λαχάνοις· σὺ ἔχεις τοίχους χρυσορόφους καὶ μάρμαρα Λακεδαιμόνια ποικίλα, καὶ κίονας καὶ περικεφαλαίας κιόνων χρυσᾶς· καὶ ὁ πένης οὐκ ἔχει καλύβην. Καὶ ἐνίοτε ἔχεις τὸν οἶκον ἀπὸ ἁρπαγῆς, ἀπὸ πλεονεξίας· καὶ σὺ τελευτᾷς, καὶ ὑπάγεις μηδὲν ἔχων, καὶ μένει σου ὁ οἶκος διηνεκὴς κατήγορος ἐλέγχων τὰς σὰς πράξεις. Ἕκαστος γὰρ παρερχόμενος μέλλει λέγειν· Οὗτος ὁ οἶκός ἐστιν ἐκείνου τοῦ ἅρπαγος, τοῦ πλεονέκτου· πόσας χήρας ἐκάκωσε; πόσους ὀρφανοὺς κατεπόνησε; πόσα ὑπάρχοντα διήρπασε; πόσους πένητας ἐπλεονέκτησε; Μή μοι λέγε, ὅτι Ὕπαρχός εἰμι. Οὐκ οἶδα ἀξίωμα ἐγὼ, οὐδὲ διαβάλλω, ἀλλὰ τοὺς κακοὺς τῷ καλῷ κακῶς χρωμένους. Καλὸν τὸ πλουτεῖν· εἴ τι γὰρ ὁ Θεὸς ἐποίησε, πάντα καλὰ λίαν. Βλέπεις πένητα, καὶ ὑπερηφανεῖς, καὶ οὐκ ἐννοεῖς, ὅτι ἄνθρωπος εἶ, καὶ ὁ πένης ἅνθρωπός ἐστιν· ἄνθρωπος, τὸ περισπούδαστον ζῶον τοῦ Θεοῦ· ἄνθρωπος, δι' ὃν οὐρανὸς ἐτανύσθη· ἄνθρωπος δι' ὃν ὁ ἥλιος δρόμους τρέχει· ἄνθρωπος, δι' ὃν ἡ σελήνη ἐπιγινώσκει δυσμάς· ἄνθρωπος, δι' ὃν ἄστρα δίδωσι τὸ φέγγος αὐτῶν, δι' ὃν θάλασσα ἡπλώθη, δι' ὃν ἡ γῆ ἐθεμελιώθη ἐπὶ τῶν ὑδάτων· δι' ὃν ὄρη καὶ νάπαι καὶ βουνοὶ, δι' ὃν ἄλση καὶ δρυμοὶ καὶ φάραγγες καὶ πεδιάδες, δι' ὃν πηγαὶ καὶ ποταμοὶ καὶ λίμναι, δι' ὃν ἡ γῆ ἀνέτειλε βοτάνην χόρτου, καὶ τὰ ὕδατα ἐκβάλλουσι ψυχὰς ζώσας, δι' ὃν κτήνη, τε 60.709 τράποδα καὶ ἑρπετὰ καὶ πετεινὰ, δι' ὃν χρόνοι καὶ ἐνιαυτοὶ καὶ μῆνες καὶ ἡμέραι καὶ ὧραι καὶ νύκτες, δι' ὃν ἄγγελοι καὶ ἀρχάγγελοι, ἀρχαὶ καὶ ἐξουσίαι, θρόνοι, κυριότητες, τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ. Τί δὲ πολλὰ λέγω; ∆ι' ὃν ὁ ∆εσπότης τὸ αἷμα αὐτοῦ ἐξέχεεν. Ἄνθρωπος τιμίῳ αἵματι ἀγορασθεὶς, καὶ τοῦτον παραβλέπεις; οὐκ ἄνθρωπός ἐστιν, ὡς καὶ σὺ, ὅτι πένης ἐστί; διὰ τοῦτο ὑπερηφανεῖς αὐτόν; οὐχὶ πένητας ἐξελέξατο ὁ Θεός; μὴ γὰρ πλουσίους; Πέτρος, ὁ κορυφαῖος τῶν ἀποστόλων, ἡ κρηπὶς τῆς Ἐκκλησίας, ὁ ὄντως Πέτρος καὶ τῷ ὀνόματι καὶ τῷ πράγματι, οὐχὶ πένης ἦν; οὐχὶ οἰκτρὸς καὶ ἀπεῤῥιμμένος; οὐκ εὐτελὴς καὶ εὐκαταφρόνητος; οὐχὶ ἁλιεὺς ἦν; Ὁμοίως καὶ Ἰάκωβος καὶ Ἰωάννης οὐ πένητες ἦσαν καὶ ἁλιεῖς; Καὶ παράγων ὁ Ἰησοῦς εἶδεν αὐτοὺς καὶ τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ῥάπτοντας δίκτυα διεῤῥηγμένα. Ὢ πενίας ὑπερβολή· τοσοῦτον πένητες ἦσαν, ὡς οὐκ ἴσχυον δίκτυα ἀγοράσαι πρὸς τὴν θήραν τὴν ἁλιευτικὴν, ἀλλὰ τὰ παλαιὰ ἔῤῥαπτον καὶ τέχνῃ τέχνην συνέκρουον, τῇ ῥαπτικῇ τὴν ἁλιευτικήν. Ὁμοίως δὲ καὶ Ματθαῖος οὐ τελώνης ἦν; Καὶ παράγων ὁ Ἰησοῦς εἶδεν αὐτὸν καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ· Ἔγειρε, καὶ ἀκολούθει μοι. Καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. Καὶ οὐκ ἐνόησεν, ὅτι βασιλικὸν λόγον κατεῖχεν, ἀλλ' ἐνενόησεν ὅτι βασιλεὺς τῶν βασιλευόντων καλεῖ· καὶ ὁ ποτὲ τὰ ἀλλότρια ἁρπάζων, νῦν ξένον ἑαυτὸν πεποίηκε τῶν ἰδίων πραγμάτων· καὶ ὁ ποτὲ λύκος, νῦν πρόβατον. Ἔῤῥιψε Πέτρος τὰ δίκτυα, καὶ ἔλαβε τὰς κλεῖς τῶν οὐρανῶν. Ἀφῆκε Ματθαῖος τελώνιον, καὶ ἔλαβε τὸ εὐαγγέλιον. Ὁμοίως καὶ ὁ Παῦλος οὐκ ἦν χειροτέχνης; οὐ σμίλην κατεῖχε, καὶ δέρματα ἔτεμεν; οὐκ ἔλαβεν ἐπιστολὰς παρὰ τῶν ἀρχισυναγώγων, ἵνα ἐλθὼν τοὺς ἁγίους αἰχμαλωτίσῃ; Καὶ ὤφθη αὐτῷ ὁ Ἰησοῦς ἐν τῇ ὁδῷ, Καὶ φῶς αὐτὸν περιήστραψε, καὶ λέγει· Σαοὺλ, Σαοὺλ, τί με διώκεις; Ὁ δὲ στραφεὶς λέγει· Τίς εἶ, Κύριε; Καὶ λέγει, Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃνσὺ διώκεις. Καὶ πεσὼν ἐπὶ πρόσωπον ἐτυφλώθη. ∆ιὰ τί προσέθηκεν, Ναζωραῖος; Ἵνα μὴ νομίσῃ, ὅτι ἄλλος μέν