1

 2

 3

 4

 5

3

ὀνομάζεται μιμητής; οὐκ ἀγγέλων, οὐκ ἀρχαγγέλων, ἀλλὰ τοῦ ∆εσπότου τῶν ὅλων. Καίτοι κἀκεῖνοι πραότατοι καὶ πάσης ἀρετῆς γέμοντες· ἀλλ' ὅμως ὁ Παῦλος ζηλωτὰς Θεοῦ τοὺς ἡμέρους ὠνόμασεν, ἵνα διὰ τοῦ μεγέθους τῆς τιμῆς πραοτάτους εἶναι παιδεύσῃ τοὺς ἀκούοντας, ἵνα πᾶς ὁ ὑβριζόμενος ἢ ἄλλο τι πάσχων δεινὸν, πράως ἐνέγκῃ τὰς λοιδορίας, καὶ κρατήσῃ τῆς ὀργῆς, ὡς τῷ Θεῷ μέλλων ἀκολουθεῖν ἐν τῷ κρατεῖν τῆς ὀργῆς. Τίνα γὰρ δὴ τὰ Θεοῦ; Ἄνωθεν μὲν ἅπαντα καὶ ὁρᾷ καὶ ἀκούει, ἐν δὲ τοῖς ἐπὶ γῆς καὶ λεγομένοις καὶ πραττομένοις ἀδικήματα πολλά. Εἰσὶ δέ τινες εἰς τοσοῦτον ἥκοντες ἀσεβείας, ὡς καὶ βλασφημεῖν τὸν Θεὸν, ὅταν τι παρὰ τῶν πραγμάτων λυπῶνται, καὶ βλέποντες εἰς τὸν οὐρανὸν, οὐδενὸς ἀπέχονται ῥήματος· ὁ δὲ Θεὸς ἀνέχε 63.553 ται, καὶ τοσαύτην ἔχων δύναμιν τοῦ λαμβάνειν δίκην παρὰ τῶν ἀσεβούντων, οὐ λαμβάνει; Εἰ δὲ πάντας τοὺς ἁμαρτάνοντας ἐκόλαζεν ὁ Θεὸς, σφόδρα ἂν ὀλίγον ἦν τὸ σωζόμενον, καὶ οὐδ' ἂν ἐξήρκουν οἱ ζῶντες πρὸς τὰς ταφάς. ∆ιὰ τοῦτό φησιν ὁ ∆αυΐδ· Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστι. Νῦν δὲ καὶ ἐν αὐτῷ τούτῳ δεικνύει τὴν ἑαυτοῦ φιλανθρωπίαν ὁ Θεὸς, τῷ μηδὲ δικαίως κολάζειν. Ὅστις οὖν ἐοικέναι βούλεται τῷ Θεῷ, κατὰ δύναμιν ἀνθρωπίνην πρᾶος ἔστω καὶ ἥμερος, καὶ φερέτω γενναίως, ὅταν τι πάσχῃ παρὰ τῶν ἄλλων δεινόν. Ἀγαπᾶτε, φησὶ, τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων ὑμᾶς, ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Πολλαὶ μὲν οὖν εἰσιν ἀρεταὶ Χριστιανοῖς ἀνδράσι πρέπουσαι, μείζων δὲ ἁπασῶν ἡ πραότης· τοὺς γὰρ ἐν ταύτῃ διαλάμποντας μόνους τοῦ Θεοῦ ζηλωτὰς ὁ Χριστὸς ὀνομάζει. Προσήκει τοίνυν ἡμᾶς, ὅταν ὑβρίζῃ τις ἢ τύπτῃ ἢ ἄλλο τι πράττῃ δεινὸν, ἡσυχαζούσῃ ψυχῇ πάντα γενναίως ὑπομένειν, ἐνθυμουμένους ὅτι τοῦ Θεοῦ μιμητὰς ἡ πραότης ποιεῖ. Καὶ γὰρ αὐτὸς ὁ ∆εσπότης καὶ Σωτὴρ ἡμῶν ὑβριζόμενος, πληγὰς λαμβάνων, προσηλούμενος, σταυρούμενος, πράως ἤνεγκε τὴν Ἰουδαίων μανίαν, καὶ τοσαύτην ἔχων δύναμιν τοῦ λαβεῖν δίκην παρὰ τῶν ἀσεβούντων, οὐκ ἔλαβεν, ἀλλὰ τὴν μὲν δύναμιν ἔδειξεν ἐν τῷ σεῖσαι τὴν γῆν καὶ νεκροὺς ἀναστῆσαι καὶ κρύψαι τὸν ἥλιον καὶ νύκτα τὴν ἡμέραν ποιῆσαι, τὴν δὲ πραότητα καὶ φιλανθρωπίαν ἐν τῷ μηδένα τῶν ἠσεβηκότων κολάσαι· ἵνα μάθωσιν ἅπαντες οἱ τὰς ἀσεβεῖς χεῖρας προσάγοντες τῷ ∆εσπότῃ, ὅτι ῥᾳδίως ἂν τοὺς μανέντας ἐκόλαζεν ὁ ῥᾳδίως οὕτω σείσας τὴν γῆν καὶ τὸν ἥλιον ἐξαίφνης ἀφανῆ γενέσθαι προστάξας· νῦν δὲ ἐπειδήπερ ἐστὶν ἥμερος, καὶ πράως φέρει τὴν μανίαν τῶν ἀσεβῶν, οὐκ αὐτὸς μόνος ἡμέρως ἠνέσχετο τῶν σταυρούντων, τῶν βλασφημούντων, ἀλλὰ καὶ τὸν Πατέρα παρεκάλει, μὴ χρήσασθαι κατὰ τῶν ἀσεβῶν τοῖς οὐρανίοις βέλεσιν. Ὅταν οὖν σοι πάσχοντι δεινὸν καὶ ἀφόρητόν τι ὀργὴ παραστῇ καὶ θυμὸς, ἀναμνήσθητι τῆς τοῦ Χριστοῦ πραότητος, καὶ ταχέως ἥμερος ἔσῃ καὶ πρᾶος, οὐκ αὐτὸς μόνος ἐκ τῆς ἡμερότητος τὰ μέγιστα κερδαίνων, ἀλλὰ καὶ τὸν ἐχθρὸν ὠφελῶν καὶ χρηστὸν εἶναι παιδεύων. Ὅταν γὰρ ἴδῃ σὲ τὸν τὰ ἔσχατα πάσχοντα πράως, τῆς ὀργῆς ἀνεχόμενον, ταχέως καὶ αὐτὸς ἐπιεικὴς ἔσται καὶ χρηστὸς, καὶ τὸν θυμὸν ἀποῤῥίψας, ζηλωτὴς ἐπιθυμήσει γενέσθαι τῆς σῆς ἡμερότητος. Ὅστις οὖν ἐθέλοι τοὺς θυμουμένους νικᾷν, γενναίως φερέτω τὰς ὕβρεις καὶ τὰς πληγὰς, καὶ πολλὴν ὄψεται μεταβολὴν τοῦ μεμηνότος καὶ τύπτοντος· ἂν δὲ καὶ αὐτὸς ὑπὸ τῆς ὀργῆς ἡττηθεὶς, τοῖς ἴσοις ἀμύνασθαι σπουδάζῃ τὸν ἐχθρὸν, οὐδέποτε πέρας ἔσται τῆς ὀργῆς καὶ τῆς μάχης, ἀλλ' ἀεὶ μεμηνότες καὶ νικᾷν ἀλλήλους ἐπιθυμοῦντες ταῖς λοιδορίαις καὶ ταῖς πληγαῖς, εἰς ἀπέραντον πόλεμον καὶ μάχην ἐκφέρονται,