1

 2

 3

 4

 5

5

καὶ τὸν Στέφανον ἐν τοῖς ὑπὲρ τῆς εὐσεβείας κινδύνοις ὑπὲρ τῶν ἐχθρῶν ὁρῶντες εὐχόμενον, ὁμοίως ἐπί τε τῇ πραότητι καὶ τοῖς ἀγῶσι θαυμάζομεν. Ἐπειδὴ τοίνυν τοσούτους καὶ τοιούτους ἡγεμόνας ἐπιεικείας ἔχομεν, παρακαλέσωμεν ἑαυτοὺς καὶ ἀλλήλους τοῖς ἐκείνων ἴχνεσιν ἕπεσθαι, καὶ διὰ πραότητος τῷ Θεῷ λειτουργεῖν, ὡς ταύτην μᾶλλον ἀσμένως δεχομένῳ τὴν λειτουργίαν, ἢ τὰς ἄλλας ἁπάσας ἀρετάς. Καὶ γὰρ ὁ θειότατος Παῦλος ἀρετὴν ἀποστόλου δεῖξαι βουλόμενος, ἐκ τῆς ἡμερότητος μάλιστα βούλεται τὸν τοῦ Χριστοῦ διάκονον φαίνεσθαι· καίτοι πολλὰ εἶχεν εἰπεῖν, εἴ γε λέγειν ἐβούλετο τὰ κοσμοῦντα τὸν ἀπόστολον, δαιμόνων ἔλασιν, νεκρῶν ἀνάστασιν· ἀλλ' ὅμως πάντα ὑπερβὰς ἐκεῖνα, τὴν ἐν τοῖς ἤθεσιν ἐπιείκειαν ἄνω καὶ κάτω διεξέρχεται, ὅπως ἡμέρως προσενήνεκται τοῖς ἐχθροῖς διεξιών τε καὶ λέγων, ἵνα πείσῃ καὶ ἡμᾶς τοῖς οἰκείοις ἴχνεσιν ἕπεσθαι, καὶ χρηστοὺς εἶναι καὶ πράους. ∆ίκαιον οὖν τοῖς ἁγίοις ἐκείνοις ἀκολουθεῖν, κἀκείνους ποιεῖσθαι τοῦ βίου παράδειγμα, ἵνα πᾶσι τοῖς καλοῖς ἐκλάμποντες, τῶν ἐπηγγελμένων τύχωμεν ἀγαθῶν παρὰ τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ Πνεύματι ἁγίῳ πᾶσα δόξα, τιμὴ, καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.