1

 2

 3

 4

 5

4

φωταγωγέ· ὦ ἡσυχία, λογισμῶν κατάσκοπε, καὶ διακρίσεως σύμπονε· ὦ ἡσυχία, γεννήτρια παντὸς ἀγαθοῦ, νηστείας ἑδραίωμα, καὶ γαστριμαργίας ἐμπόδιον· ὦ ἡσυχία, σχόλασις προσευχῆς καὶ ἀναγνώσεως· ὦ ἡσυχία, γαλήνη λογισμῶν, καὶ λιμὴν εὔδιος· ὦ ἡσυχία, ἀμεριμνία ψυχῆς· ὦ ἡσυχία, ζυγὸς χρηστὸς καὶ φορτίον ἐλαφρὸν, ἀναπαύουσα καὶ βαστάζουσα τὸν βαστάζοντά σε· ὦ ἡσυχία, εὐφροσύνη ψυχῆς καὶ καρδίας· ὦ ἡσυχία, ὀφθαλμῶν καὶ ἀκοῆς καὶ γλώσσης χαλινός· ὦ ἡσυχία περπερότητος ἀναίρεσις, καὶ ἀναιδείας ἐχθρά· ὦ ἡσυχία, δεσμωτήριον παθῶν· ὦ ἡσυχία, πάσης ἀρετῆς συνεργὲ, ἀκτημοσύνης πρόξενε, χωρίον Θεοῦ καρποφοροῦν καρποὺς ἀγαθούς· ὦ ἡσυχία, τεῖχος καὶ ὀχύρωμα τῶν βουλομένων ἀγωνίσασθαι τὴν βασιλείαν τῶν οὐρανῶν. Ναὶ, ἀδελφὲ, ταύτην κτῆσαι τὴν καλὴν μερίδα, ἣν Μαρία ἐξελέξατο.

Αὕτη γὰρ ἡ Μαρία ἐγένετο ὑπόδειγμα τῆς ἡσυχίας, παρακαθίσασα παρὰ τοῖς ποσὶ τοῦ Κυρίου, καὶ αὐτῷ μόνῳ προσκολληθεῖσα. ∆ιὸ καὶ ἐπῄνεσεν αὐτὴν ὁ Κύριος λέγων· Μαρία τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ' αὐτῆς. Βλέπεις, ἀδελφὲ, οἵα ἐστὶν ἡ ἡσυχία· ὅτι αὐτός ἐστι, καὶ ἐπαινεῖ τὸν κτώμενον αὐτὴν ὁ ∆εσπότης ἡμῶν Θεός. Ταύτην κτῆσαι, ἀδελφέ μου, καὶ κατατρυφήσεις τοῦ Κυρίου σου, παρακαθεζόμενος τοῖς ποσὶν αὐτοῦ καὶ αὐτῷ μόνῳ προσκολλώμενος, ἵνα λέγῃς 63.942 καὶ σὺ μετὰ παῤῥησίας· Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. ∆ιὰ τοῦτο ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου. Ναὶ, ἀδελφέ μου, ταύτην κτῆσαι τὴν μέλιτος γλυκυτέραν. Κρείσσων γὰρ ψωμὸς ἐν ἅλατι ἡσυχίας καὶ ἀμεριμνίας, ἢ παράθεσις ἐδεσμάτων πολυτελῶν ἐν πειρασμοῖς καὶ μερίμναις. Ἄκουε τοῦ λέγοντος ∆εσπότου Θεοῦ· ∆εῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.

Ἀναπαῦσαι γάρ σε θέλει ὁ Κύριος ἀπὸ μεριμνῶν, ἀπὸ θυμοῦ, ἀπὸ πειρασμοῦ καὶ θλίψεως τοῦ αἰῶνος τούτου· ἀμέριμνόν σε θέλει εἶναι ἀπὸ τῆς πλινθουργίας τῆς Αἰγύπτου· ἀγαγεῖν σε βούλεται εἰς τὴν ἔρημον, τουτέστιν, εἰς τὴν ἡσυχίαν, ὅπως φωτίσῃ τὰς ὁδούς σου τῷ στύλῳ τῆς νεφέλης, ὅπως ψωμιεῖ σε τὸ μάννα, λέγω δὴ τὸν ἄρτον τῆς ἡσυχίας καὶ ἀμεριμνίας· ὅπως κληρονομήσῃς τὴν γῆν τὴν ἀγαθὴν, λέγω δὴ τὴν ἄνω Ἱερουσαλήμ. Ναὶ, ἀγαπητὲ, ταύτην ἀγάπησον, ταύτην κτῆσαι, ὅπως τερφθῇς ἐν τῇ ὁδῷ τῶν μαρτυρίων τοῦ Θεοῦ, ὡς ἐπὶ παντὶ πλούτῳ. Ναὶ, ἀδελφὲ, κτῆσαι τὴν ἡσυχίαν μετὰ φόβου Θεοῦ, καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μετὰ σοῦ, ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Παρακαλῶ οὖν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, σπουδάζειν ἡμᾶς καθ' ἑκάστην ἡμέραν τὴν τούτων μνήμην ποιεῖσθαι, λέγω δὴ τῆς ἐλπίδος, τῆς πίστεως, τῆς ἀγάπης, τῆς ταπεινοφροσύνης, τοῦ σφραγίζεσθαι πάντοτε ἐν ταῖς εὐχαῖς τοῦ Θεοῦ, καὶ ταῖς μελέταις τῶν θείων Γραφῶν, καὶ τῇ ἡσυχίᾳ. Ταῦτα γὰρ ὑμῖν παρόντα καὶ πλεονάζοντα, οὐκ ἀργοὺς, οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπίγνωσιν. Χριστιανὸς γὰρ, ὃς οὐ κέκτηται ταῦτα, τυφλός ἐστι, μυωπάζων, λήθην λαβὼν τῶν πάλαι αὐτοῦ ἁμαρτημάτων· καὶ συμβέβηκεν αὐτῷ τὸ τῆς ἀληθοῦς παροιμίας, Κύων ἐπιστρέψας ἐπὶ τὸν ἴδιον ἔμετον· καὶ, Ὗς λουσαμένη ἐν κυλισμῷ βορβόρου. ∆ιότι ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου, ὡς γέγραπται, καὶ ταῦτα ἐν τῷ ἁγίῳ λουτρῷ ἀπαρνησάμενοι, καὶ ἐν ἐπιγνώσει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ γενόμενοι, εἶτα πάλιν τούτοις ἐμπεπλεγμένοι· γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων.

Κρεῖττον ἦν αὐτοῖς μὴ ἐπιγνῶναι τὴν ὁδὸν τῆς ἀληθείας, ἢ ἐπιγινώσκουσιν εἰς τὰ ὀπίσω πάλιν ἀνακάμψαι. Οὐκοῦν, ἀγαπητοὶ, πιστοὶ δοῦλοι καὶ ἐκλεκτοὶ στρατιῶται Θεοῦ, Χριστιανοὶ, ἀναλάβωμεν τὴν πανοπλίαν τῶν προειρημένων ἐν τῇ καρδίᾳ ἡμῶν, καὶ καθ' ἑκάστην ἀνυπερθέτως μνείαν αὐτῶν ποιούμενοι· ὅπως δυνηθῶμεν ἀγωνίσασθαι τὸν καλὸν ἀγῶνα, καὶ καταπατῆσαι πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ· ἵνα ῥυσθῶμεν ἀπὸ τῆς ὀργῆς τῆς ἐπερχομένης ἐπὶ τοὺς υἱοὺς τῆς