1

 2

 3

2

Ὅτε γὰρ εἶπεν αὐτῷ Μωϋσῆς· ἐὰν εἴπωσί μοι υἱοὶ Ἰσραήλ, τίς ὁ ἀποστείλας σε πρὸς ἡμᾶς, τί ἐρῶ πρὸς αὐτούς; καὶ εἶπεν ὁ Θεός· ἐγώ εἰμι ὁ ὤν, ὁ ὢν ἀπέσταλκέ με πρὸς ὑμᾶς ὁ Πατὴρ ὁ ὤν, ὁ Υἱὸς ἐν ἀρχῇ ἦν. Εἰ δέ τις φιλονεικεῖ λέγων, ὅτι οὐκ ἔστι τὸ αὐτὸ ἐπὶ Πατρὸς καὶ ἐπὶ τοῦ Χριστοῦ, ἐπὶ γὰρ τοῦ Πατρὸς ὁ ὢν ἐγώ εἰμι ἐπὶ δὲ τοῦ Υἱοῦ τὸ ἐν ἀρχῇ ἦν, οὐκ ἔστι δὲ τὸ αὐτὸ τὸ ὢν καὶ τὸ ἦν, δείκνυμι καὶ τὴν αὐτὴν προσηγορίαν καὶ τοῦ μονογενοῦς· ἄκουσον τοῦ εὐαγγελιστοῦ λέγοντος· ὁ μονογενὴς Υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός. Ἰδοὺ μίαν ἔχει φωνὴν εὐαγγελίου εἰς τὸ ὁ ὤν. Καὶ πάλιν ὁ ἀπόστολος· ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητός. Εἶδες ὅπως σε ἀσφαλίζεται Ἰωάννης, τὸ ἦν ἐπὶ τοῦ Θεοῦ τεθεικὼς τὸ δὲ ἐγένετο ἐπὶ τῶν κτισμάτων; οὔτε γὰρ τῷ Θεῷ πρέπει τὸ ἐγένετο, οὔτε τῇ κτίσει τὸ ἦν. 725 Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ Λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Ὅτε τὸ ἐγένετο ἐπὶ τὰ κτίσματα καταβαίνει, ὅτε τὸ ἦν ἐπὶ τὸν δημιουργὸν ἀναβαίνει. Καὶ πάλιν ζωὴ ἦν· πάλιν ἀναβαίνει πρὸς τὸν δημιουργόν· κλίμακα πολλῶν σήμερον μυστηρίων πεπληρωμένην φέρει. Ὅτε ἀναβαίνει πρὸς τὸν Θεόν, τὸ ἦν ἀνακηρύττει, ὅτε καταβαίνει πρὸς τὰ κτίσματα, τὸ ἐγένετο λαμβάνει. Ὅτε ἀναβαίνει πρὸς τὸν Θεόν, ἀποτίθεται τὸ ἐγένετο καὶ λαμβάνει τὸ ἦν. Ὥσπερ πρὸς βασιλέα τις ἐρχόμενος μετὰ στολῆς εἰσέρχεται, μεθ' ἧς ἄξιόν ἐστιν ἰδεῖν βασιλέα, πρὸς δὲ ἰδιώτην ἐὰν εἰσέρχηται, μετὰ ἰδιωτικῶν ἐνδυμάτων εἰσέρχεται, οὕτω καὶ ὁ εὐαγγελιστής, ὅτε ἀναβαίνει πρὸς τὸν Θεόν, μετ' ἐκείνης ἀναβαίνει τῆς λέξεως τῆς πρεπούσης Θεῷ· ἐν ἀρχῇ ἦν ὁ Λόγος· ὅτε καταβαίνει πρὸς τὴν κτίσιν μετὰ τῆς δουλικῆς λέξεως καταβαίνει· πάντα δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν· ἐν αὐτῷ ζωὴ ἦν καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων· καὶ πάλιν· ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.

Ὅπου ὁ Λόγος ἦν, ὅπου ζωὴ ἦν, ὅπου τὸ φῶς ἦν, ὅπου τὰ κτίσματα ἐγένετο. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτοῦ Ἰ726 ωάννης. Ἀλλὰ τολμῶσιν εἰπεῖν τινες τῶν αἱρετικῶν· ἦν ποτε ὁ Πατήρ, ὅτε οὐκ ἦν ὁ Υἱός. Πόσον δέ ἐστι τὸ μέσον αὐτῶν εἰπέ μοι· χρόνος ἦν τὸ μέσον. Ἀλλ' ὁ Υἱὸς καὶ καιροὺς καὶ τοὺς χρόνους καὶ τοὺς αἰῶνας ἐποίησε· πάντα δι' αὐτοῦ ἐγένετο. Ἄκουσον Παύλου λέγοντος· πολυτρόπως καὶ πολυμερῶς πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἡμῶν, ἐπ' ἐσχάτου τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ, ὃν ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε· πῶς οὖν αἰὼν ἢ χρόνος πρὸ τοῦ πεποιηκότος τοὺς αἰῶνας; Ἄκουσον τοιγαροῦν καὶ προφήτου λέγοντος· ὁ ὑπάρχων πρὸ τῶν αἰώνων. Ὁ ἀπόστολος λέγει· ὅτι δι' αὐτοῦ ἐποίησε τοὺς αἰῶνας· ὁ εὐαγγελιστής· πάντα δι' αὐτοῦ ἐγένετο· ὁ προφήτης· ὁ ὑπάρχων πρὸ τῶν αἰώνων· καὶ πάλιν ὁ ἀπόστολος εἴτε ἀρχαί, εἴτε ἐξουσίαι, εἴτε θρόνοι, εἴτε κυριότητες· πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται καὶ αὐτός ἐστι πρὸ πάντων· καὶ σὺ τολμᾷς εἰπεῖν, ὅτι ἦν ὁ Πατήρ, ὅτε οὐκ ἦν ὁ Υἱός; ἀλλὰ τῆς τόλμης ταύτης εὐθύνας ἔχουσι παρασχεῖν ἐν ἡμέρᾳ κρίσεως. Καλεῖ γὰρ ἐν ἡμέρᾳ κρίσεως καὶ Ἰωάννην καὶ τοὺς λέγοντας τὸ ἦν καὶ τοὺς λέγοντας· τὸ οὐκ ἦν· διατί; ἐπειδήπερ ὁ Πατὴρ οὐδένα κρίνει, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν καθὼς τιμῶσι Πατέρα. Καλεῖ οὖν ἐν ἡμέρᾳ κρίσεως καὶ τοὺς λέγοντας τὸ ἦν καὶ τὸ οὐκ ἦν. Ἐξέρχεται τὸ χειρόγραφον ἑκάστου. Σὺ τί εἶπας; ἀνάγνωθι τὴν ὁμολογίαν. Ἐγὼ εἶπον τὸ ἦν. Οὗτος τί; οὗτος εἶπε τὸ οὐκ ἦν.

Τίς ἐδίδαξέ σε λέγειν τὸ οὐκ ἦν; Ἰωάννης· σὺ αὐτὸν ἐδίδαξας λέγειν τὸ οὐκ ἦν; ἐγὼ οὐχὶ δέσποτα· ἀλλὰ τί; ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ Λόγος· καὶ οὗτος ἦν ἐν ἀρχῇ· πανταχοῦ ἦν καὶ οὐδαμοῦ τὸ οὐκ ἦν· ἀπὸ λογισμῶν ἀνθρωπίνων· τί ἕτερον σὺ ὡμολόγησας; ἐγώ, φησίν, ὅτι ἴσος· ἐκεῖνος τί;