1

 2

 3

3

ὅτι ἀνόμοιος· σὺ δὲ ποῦ μεμάθηκας ὅτι ἴσος; τίς ἐδίδαξέ σε; ὁ εὐαγγελιστὴς εἰπών· διὰ τοῦτό φησιν ἐδίωκον τὸν Σωτῆρα, ὅτι οὐ μόνον κατέλυε τὸ σάββατον ἀλλὰ καὶ πα727 τέρα ἑαυτοῦ ἔλεγε τὸν Θεόν, ὅμοιον ἑαυτὸν τῷ Θεῷ ποιῶν. Τοῦτο μὲν καὶ ὁ ἀπόστολος ἐδίδαξε· τί εἰπών; οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε. Πόθεν οὖν αὐτὸς ἔμαθε τὸ ἀνόμοιος; ἀπὸ λογισμῶν ἀνθρωπίνων. Σὺ δὲ πάλιν τί ὡμολόγησας; ἐγώ, ὅτι ὥσπερ ἐργάζεται ὁ Υἱός· τίς ἐδίδαξέ σε; ὁ εὐαγγελιστής· τί εἰπών; ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ οὕτως καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ· τί οὖν πάλιν ὡμολόγησας; ὅτι ὅμοιός ἐστι κατὰ πάντα τῷ Πατρί· τίς εἶπεν; ὁ εὐαγγελιστής· ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Ἐκεῖνος τί εἶπεν; ὅτι κτίσμα ὁ Υἱός. Τίς σε ἐδίδαξεν; οὐδείς· ἀλλὰ ἀπὸ λογισμῶν ἀνθρωπίνων· τὰ βλάσφημα ἴδε ταῦτα τοῖς αἱρετικοῖς ἐναντία τολμῶσι βαπτίσαι ἐκτὸς τῆς παραγγελίας τοῦ Χριστοῦ· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· μὴ τολμῶσιν αἱρετικοὶ βαπτίσαι εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἀνομοίου, ἀλλὰ γίνεται χωλὸν αὐτῶν τὸ βάπτισμα· ἀλλ' ἡμεῖς μίαν ὁμολογίαν ἔχοντες ἓν βάπτισμα παραλαμβάνομεν τῆς ἁγίας Τριάδος ἀδιαστάτως ἁγιαζόμενον.

Ταύτην τοιγαροῦν τὴν κρηπῖδα τῆς πίστεως παρακαλῶ πάντας ὑμᾶς βεβαίως κατέχειν καὶ μηδαμοῦ ἐπὶ τοῦ μονογενοῦς λαμβάνειν ἢ τὸ ἐγένετο ἢ τὸ οὐκ ἦν· ταῦτα γὰρ κάτωθεν τῆς ἀφράστου καὶ ἀνεκδιηγήτου τοῦ μονογενοῦς οὐσίας· διατί; ὅτι ἐν ἀρχῇ ἦν, τῆς δὲ ἀρχῆς ταύτης οὐδέν ἐστιν ἀρχικώτερον. Ὅσον γὰρ ἐὰν ἀναβῇς, ὅσον γε ἐὰν ὑπερακοντισθῇς, ὅσον ἐὰν ἐκτανθῇς, ὑπὲρ τὴν ἀρχὴν ἐκείνην εὑρίσκεις καὶ οὐχ ὑπὲρ τὴν ἀρχήν· ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ μηδὲν ὑπεραναβῇς, οὔτε γὰρ δύνασαι· ἀλλ' ἐννόησον τὸν μακάριον Ἰωάννην, ὅπως τὴν σωματικὴν ἁλιείαν καταλιπὼν διὰ τῶν ῥημάτων τούτων πᾶσαν τὴν οἰκουμένην εἰς σωτηρίαν ἐσαγήνευσεν. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Πόσοι τύραννοι ἐφιλονείκησαν τὴν φωνὴν ταύτην καταλῦσαι καὶ οὐκ 728 ἠδυνήθησαν; ἦλθεν ἄνεμος, ἔπνευσε, τὰ κύματα προσέρρηξε τῇ οἰκοδομῇ τουτέστι τῇ πίστει καὶ οὐ κατέπεσε· πύργος γὰρ ἦν ᾠκοδομημένος ἐπὶ τὴν πέτραν, πανταχόθεν περικρουόμενος καὶ μηδέπω καταπίπτων.

Ἐπὶ τῆς πέτρας ταύτης οἰκοδομήσω μου τὴν ἐκκλησίαν καὶ πύλαι Ἅδου οὐ κατισχύσουσιν αὐτῆς. Ἐπανέστησαν βασιλεῖς, ἐπανέστησαν τύραννοι, γεγόνασι κατὰ χριστιανῶν πόλεμοι· τύραννοι καὶ θεομάχοι πολλάκις ἐνέρρηξαν κατὰ τῶν χριστιανῶν τὴν τυραννίδα ἀλλ' οὐκ ἠδυνήθησαν μίαν τρίχα ἐξαλεῖψαι τοῦ εὐαγγελίου. Ἐν ἀρχῇ ἦν ὁ Λόγος· οὐ τῷ αἰῶνι συμπαραπεμπόμενος· πάντας νικῶν, πάντας παιδεύων καὶ τῷ αἰῶνι συνεκτεινόμενος Λόγος, τὴν γῆν οὐρανὸν ἐργαζόμενος καὶ πολλοὺς υἱοὺς τῷ Πατρὶ κατὰ χάριν προσενέγκας ᾧ πρέπει δόξα, τιμή, κράτος, μεγαλωσύνη καὶ μεγαλοπρέπεια σὺν τῷ, ἀνάρχῳ Πατρὶ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν.