1

 2

 3

 4

 5

 6

3

τις, περὶ τούτου γνώμην δοῦναι οὔτε τολμῶ οὔτε δύναμαι. Λοιπόν, εἴ τι δοκιμάσεις ἐν Κυρίῳ, τοῦτο πράττε· καλὸν γὰρ τὸ κερδῆσαι ψυχήν· ὁ γὰρ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν αὑτοῦ. Παρακαλῶ οὖν ὑμᾶς, τέκνα, διὰ τοῦ Κυρίου τὴν ταπεινοφροσύνην ἀγαπήσατε, ἣν μάλιστα εἶπεν ὁ Χριστός, ὁ ταπεινώσας ἑαυτὸν δι' ἡμᾶς μέχρι θανάτου, θανάτου δὲ Σταυροῦ, ἵνα λοιπὸν καὶ ἡμεῖς μιμηταὶ αὐτοῦ γενώμεθα καὶ οὕτω νικήσωμεν τὴν ὑπερηφάνειαν τοῦ διαβόλου διὰ τῆς ταπεινοφροσύνης· καὶ ὁ Κύριος διὰ τὴν ταπείνωσιν εἶπεν ὅτι ὁ θέλων ἐν ὑμῖν εἶναι μέγας ἔστω πάντων ἔσχατος καὶ πάντων δοῦλος καὶ πάντων διάκονος· ὁ γὰρ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινὸς οὐδαμόθεν δύναται καταπεσεῖν ὑποκάτω πάντων κείμενος, ὁ δὲ ὑψῶν ἑαυτὸν κάτω φέρεται εἰς τὴν ἄβυσσον τοῦ πυρός. Παρακαλῶ οὖν ὑμᾶς, τέκνα, ἐλεήσατε ἑαυτούς. Παρακαλῶ ὑμᾶς κλαύσατε, ὡς ἔχετε καιρόν, ἵνα μὴ ἐκεῖ κλαύσωμεν, ὅπου ὁ βρυγμὸς τῶν ὀδόντων, ὅπου ὁ σκώληξ ὁ ἀκοίμητος οὐδέποτε τελευτᾷ, ὅπου τὸ πῦρ τὸ ἄσβεστον ποταμηδὸν διοδεύει, ὅπου ἄσπλαγχνοι καὶ ἀνελεήμονές εἰσιν ἄγγελοι. Οὐκ ἔχουσιν ἐξουσίαν ἐλεῆσαί τινα ἢ ἐντραπῆναι γέροντα ἢ φείσασθαί τινος ἢ τιμῆσαι βασιλέα, ἀλλ' ἕκαστον ἀφειδῶς τιμωρήσασθαι κατὰ τὰς πράξεις αὐτοῦ. Παρακαλῶ οὖν ὑμᾶς, βιάσασθε τὸν νῶτον ἕως θανάτου. Πολλῆς βίας ἔχει χρείαν τοῦτο τὸ ἔργον, ὅτι στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν θύραν τῆς ζωῆς καὶ οἱ βιαζόμενοι εἰσέρχονται ἐν αὐτῇ· βιαστῶν γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, λέγει Κύριος. Φεύγετε δὲ τὸ τῆς κενοδοξίας πνεῦμα καὶ τὸν τῆς ἀνθρωπαρεσκείας δαίμονα, ὃ μάλιστα καὶ χωρίζει ἀπὸ τοῦ Θεοῦ· διεσκόρπισε γὰρ ὁ Θεὸς ὀστᾶ ἀνθρωπαρέσκων, κατῃσχύνθησαν ὅτι ὁ Θεὸς ἐξουδένωσεν αὐτούς. Ἢ ὧδε ἔχομεν δοξασθῆναι καὶ ἀπέχομεν ἐκεῖ τὸ χρέος εἰς τὴν γέενναν τοῦ πυρὸς εἰς ἀτελευτήτους αἰῶνας ἢ ὧδε ἔχομεν ἀτιμασθῆναι καὶ ἐκεῖ ἔχομεν ἀπολαβεῖν τὸν μισθὸν εἰς αἰῶνα αἰῶνος. Παρακαλῶ οὖν ὑμᾶς μή τις ἐξ ὑμῶν φλύαρος ἢ ἀργολό γος ἢ κατάλαλος ἢ ἐφευρετὴς ἢ γογγυστής-ταῦτα γὰρ τὰ πάθη οὐκ ἐῶσι τὴν ψυχὴν τὴν δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ ἰδεῖν, ἀλλὰ τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ- ἑαυτοῖς ἀρέσκοντες, οὐχὶ τῷ Θεῷ, ὧν τὸ τέλος ἀπώλεια μετὰ τοῦ Φαρισαίου καὶ αὐτοῦ τοῦ φρονήματος. Ἀγαπήσατε δὲ τὴν κατὰ Θεὸν θλῖψιν ὑπὲρ τὴν χαρὰν τοῦ αἰῶνος τούτου καὶ τὸν κλαυθμὸν ὑπὲρ τὸν γέλωτα· μακάριοι γὰρ οἱ πενθοῦντες, εἶπεν ὁ Κύριος, ὅτι αὐτοὶ παρακληθήσονται. Καὶ οὐαὶ ὑμῖν τοῖς γελῶσιν, ὅτι κλαύσετε. Φεύγετε τοὺς θέλοντας ὑμᾶς ἀπασχολεῖν σοφιζομένους τινὰς οὐδὲν χρήσιμον ἀπὸ πολλῶν ἀναγνωσμάτων ἐπὶ διαστροφῇ τῶν ἀκουόντων. Καὶ μὴ θηλάζετε ἰὸν ἀσπίδος διὰ τῆς ἀκοῆς καὶ μὴ θελήσητε πολλὰ ἀναγινώσκειν ἀλλ' ὀλίγα καὶ καλῶς, ἵνα δῷ χάριν τοῖς ἀκούουσι. Μάθετε δὲ μᾶλλον πολλὰ προσεύχεσθαι καὶ πολλὰ κλαίειν· τοῦτο γὰρ στηρίζει τὸν νοῦν καὶ τρέφει τὴν ψυχήν, τὸ δὲ πολλὰ ἀναγινώσκειν μετεωρίζει τὸν νοῦν. Μισήσατε δὲ τὰς πολλὰς συντυχίας καὶ τοὺς κατὰ σάρκα συγγενεῖς καὶ μὴ ἐπιστραφῆτε πρὸς φίλτρον γονέων ἢ τέκνων ἢ ἄλλων τινῶν, ἀλλ' ὡς πνευματικοὺς αὐτοὺς ὁρᾶτε ὡς καὶ τοὺς λοιπούς. Καὶ μὴ θελήσητέ ποτε μυστήριον τῆς μονῆς σαρκικῷ συγγενεῖ ἐκφάναι, ἵνα μὴ κατακριθῆτε ἐν ἡμέρᾳ κρίσεως· ἀπεθάνετε γὰρ τῷ κόσμῳ καὶ οὐδὲν πρᾶγμα ἔχετε μετὰ τοῦ κόσμου. Λέγει γὰρ ὁ Κύριος διὰ τοῦ Εὐαγγελίου, ὁπότε ἦλθεν ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἰδεῖν αὐτόν· καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς αὐτοῦ λέγων· οὗτοί εἰσιν ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου οἱ ποιοῦντες τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Καὶ πάλιν· ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω καὶ τὰ λοιπά, ὅσα λέγει Κύριος. Ταῦτα