1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

8

λάμποντα ἐζοφωμένον αἴφνης· τὸν φοβερὸν τοῖς δαίμοσιν, ὡς παίγνιον προκείμενον· τὸν ἐλεύθερον πλασθέντα, ὡς δοῦλον κρυπτόμενον· τὸν ἔνδοξον καὶ ἔντιμον, ὡς ἄδοξον καὶ ῥυποειδῆ κατακείμενον. ∆ιὸ, φιλακροάμονες, ἀνακεφαλαιώσαντες τὴν ἱστορίαν ταύτην, ἴδωμεν τῆς Γραφῆς τὴν ἄβυσσον, τὸν εἱρμὸν τῆς διηγήσεως ἐμφαίνοντες. Καὶ εἶδεν ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν, καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν, καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι. Καὶ λαβοῦσα ἡ γυνὴ τοῦ καρποῦ αὐτοῦ, ἔφαγε, καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς. Ὁρᾷς τρυφὴν θάνατον προξενοῦσαν; ὁρᾷς τρυφὴν εἰς ᾅδην ἐκπέμπουσαν; ὁρᾷς γεῦσιν παραδείσου ποιοῦσαν ξένον τὸν μεταλαμβάνοντα; Καὶ μηδεὶς τῶν ἐχόντων ἀκεραιότερον νοῦν τῷ ξύλῳ τὴν μέμψιν προσαγάγοιτο, ἀλλὰ τῷ μεταλαβόντι. Ὥσπερ γάρ τις βασιλεὺς στρατιώτῃ αὐτοῦ παραγγείλας μὴ εἰσελθεῖν τινα τῶν ἀρχόντων ἔνδοθεν τοῦ βασιλικοῦ κοιτῶνος, εἰ μὴ αὐτὸς προστάξει τούτῳ, ἢ μυστήριον αὐτοῦ ἀναγγείλας μηδένα τῶν ἔξωθεν καταμαθεῖν πλὴν αὐτοῦ μόνον, ἐκεῖνος δὲ ἐξελθὼν κατάδηλον ποιήσῃ τὸν λόγον οἷς ἂν θέλῃ καὶ βούληται, εἰπέ μοι, οὐκ ὑποστήσεται δίκην ὁ τοιοῦτος, ὅτι βασιλικοῦ κατεφρόνησε κράτους; Τοιοῦτον καὶ ἐπὶ τὸν Ἀδὰμ ἐκαινουργήθη. Πάντα δέδωκεν αὐτῷ ὁ Θεὸς εἰς βρῶσιν καὶ ἀπόλαυσιν, τὰ φυτὰ, τοὺς καρποὺς, τὰ ὕδατα, τοῦ παραδείσου τὴν τερπνότητα, τὸν ἥλιον, τὴν σελήνην καὶ τοὺς ἀστέρας· ἑνὸς δὲ μόνον ξύλου δέδωκεν αὐτῷ φυλάσσειν, ὑπόδειγμα δεσποτικὸν εἰκονίζων καὶ ἐντολὴν πρὸς ὑπακοὴν τοῦ πλάστου. Αὐτὸς δὲ μήτε τούτων τῶν χαρισμάτων ἐντὸς γενόμενος, μήτε τῆς ἀξίας τὴν ὑπερβολὴν τιμήσας, μήτε τοῦ κράτους αὐτοῦ τὴν ἐλευθερίαν φυλάξας, τῷ παρανόμῳ καὶ ἐχθρῷ τῆς ἀληθείας ἐπηκροάσατο, καὶ ἥψατο τῆς παρακοῆς, καὶ γέγονεν ὁ ἀθάνατος θνητὸς, ὁ ἄρχων τοῦ παραδείσου γυμνὸς τῆς τούτου οἰκήσεως, ὁ τρίβους τῆς ἀληθείας ὁδεύων, τῶν δαιμόνων ἐπίχαρμα γενόμενος, ὁ Πνεύματος ἁγίου ἐμπεπλησμένος, πνευμάτων πονηρῶν πεπληρωμένος, ὁ προφητείᾳ ἠγλαϊσμένος, μηδὲ ἑαυτὸν γνωρίζων ὁποῖος ἦν. Ἀπαρτισθείσης τῆς παρακοῆς λοιπὸν τῆς θανατηφόρου, θεασάμενοι Ἀδὰμ καὶ Εὔα, ὅτι γυμνοὶ ὑπῆρχον διὰ τῆς παραβάσεως αὐτῶν· ὅτε γὰρ θεοκόσμητον στολὴν τῆς ἀθανασίας ἦσαν περιβεβλημένοι, τὴν ἑαυτῶν γύμνωσιν οὐχ ἑώρων· ὅτε δὲ ἦλθεν ἡ παράβασις, καὶ ἀπηρτίσθη τὸ ἔργον τῆς παρακοῆς, τότε ἐθεάσαντο τὴν ἀσχημοσύνην αὐτῶν. Εἶτα Ἤκουσαν, φησὶ, τῆς φωνῆς τοῦ Κυρίου περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινὸν, καὶ ἐκρύβησαν ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ. Περιεκόπη τῆς παῤῥησίας ἡ πρόφασις· ἦλθεν ἡ παράβασις, καὶ κρύπτονται ἀπὸ τοῦ Παντοκράτορος. Τοιοῦτοί εἰσιν οἱ ἐν ἁμαρτίαις περιβεβλημένοι. Ὅταν γάρ τις πορνεύσῃ ἢ μοιχεύσῃ, καὶ ἐξέλθῃ ἐκ τῆς θύρας τῆς πόρνης, καὶ ἀπαντήσῃ κἂν ἄνδρα κἂν γυναῖκα, συντυχίας ἰδίας ἑαυτῶν διηγουμένους, ὁ ποιήσας τὴν ἁμαρτίαν νομίζει ὅτι ἡ συντυχία δι' αὐτὸν καθίσταται, καὶ ἐρυθριᾷ καὶ ἐντρέπεται, τῆς ἁμαρτίας αὐτὸν ἔνδοθεν διελεγχούσης. Τοῦτο πέπονθεν ὁ Ἀδὰμ καὶ ἡ Εὔα. Πολλάκις γὰρ τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ, οὐδέποτε αὐτὸν ᾐδέσθησαν ἢ ἐνετράπησαν· ἀλλ' ὅτε ἀπετελέσθη τὸ ἔργον τῆς ἁμαρτίας καὶ τῆς παρακοῆς, τότε κρύπτονται ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦ πάντα ἐφορῶντος, κερδᾶναί τι προσδοκῶντες· ἀλλὰ μάτην αὐτοῖς καθέστηκε ἡ φρόνησις αὕτη. ∆ιὸ ὡς μὴ ἔχοντες ἀπολογίαν ἢ παῤῥησίαν πρὸς τὸν κρυφιογνώστην, αὐτὸς ὁ ἐτάζων καρδίας καὶ νεφρούς φησι πρὸς τὸν Ἀδάμ· Ἀδὰμ, ποῦ εἶ; πρόφασιν ἀπο 56.533 λογίας αὐτοῖς χαριζόμενος· Ποῦ εἶ; Ἰδοὺ καὶ τοῦ ξύλου ἔφαγες, καὶ τῆς ἐπιθυμίας οὐκ ἐπέτυχες· ἰδοὺ καὶ τὴν παράβασιν ἐποίησας, καὶ τῆς θεώσεως ἐξέπεσες. Ἀδὰμ, ποῦ εἶ; Ὁ δὲ, Τῆς