1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

12

φυσικὸν κάλλος ψευδόμεναι, διὰ ψιμμιθίου καὶ ἑτέρου ἐρυθροῦ τὰς παρειὰς ἐπιχρώσασαι, καὶ τῷ τραχήλῳ στίλβουσαι, καθάπερ ἄψυχος στήλη, ὥραν καθ' ὥραν καὶ ἡμέρας ἐξ ἡμέρας τὰς τρίχας περιπλέκουσαι, καὶ μέχρι τοῦ μετώπου διαστίλβουσαι, καὶ τὰς ὀφρύας ἐν μέλανι χρίουσαι, ἴδια κακοήθους πράξεως. Οὐχὶ αὐτῶν πονηροὶ καθεστήκασιν οἱ τρόποι; οὐχὶ αὐτῶν τὰ ἔργα ἄτοπα, καὶ πράξεις αἱ ἀνωφελεῖς; οὐκ αὐτῶν αἱ ἀνόητοι ἐλπίδες; Καὶ ὅσους ἐν παῤῥησίᾳ οὐ δύνανται δελεάσαι, κρυφίως ἐν ἑαυταῖς τὰ τόξα καὶ τὰ βέλη ἐπιτείνουσι· καθάπερ ἡ Εὔα τὸν Ἀδὰμ ἐν ἀποκρύφοις ἐδελέασε. Πολλὰς γὰρ αὐτῶν ἀκήκοα διὰ τρυμαλιᾶς σανίδος περιβλεπούσας, καὶ θεωρούσας τοὺς ἐπὶ τὰς πλατείας περιπατοῦντας, μικρούς τε καὶ μεγάλους, καὶ τοῦ μὲν τὴν ὁδὸν καταγελασάσας, τοῦ δὲ τὴν ἡλικίαν σμικρυνούσας, τοῦ δὲ τὰς τρίχας καὶ τὴν στολὴν ἐμπαιζούσας, καὶ μίμους καθεστώσας κακοήθων ἄλλων γυναικῶν· ἐν ἀργίᾳ διαγούσας ἐν ἑορταῖς καὶ κυριακαῖς, καὶ οὐδέποτε αὐτὰς ἀνισταμένας, οὔτε ἐπὶ βρῶσιν, οὔτε ἐπὶ πόσιν, οὔτε ἐπὶ ὕπνον· ἀλλὰ τὸν καθημερινὸν κάματον καὶ τὴν μέριμναν ἐν ταύτῃ τῇ ἡμέρᾳ ἀναλίσκουσι· καὶ οὔτε πατέρας αἰδοῦνται, οὔτε μητέρας ἐντρέπονται, οὔτε ἀδελφοὺς αἰσχύνονται, οὔτε δούλους εὐλαβοῦνται ἢ δουλίδας, ἀλλὰ πᾶσιν ὁμοῦ γεγένηνται παίγνιον, καὶ πρὸς πάντα εἰσὶν ὥσπερ ναῦς κυμαινομένη. Ἐγκύψατε ἐν τοῖς τάφοις, θυγατέρες Σιὼν, καὶ τῆς ἁγίας κολυμβήθρας τέκνα, καὶ θεάσασθε τὴν εἰκόνα, ἣν καλλωπίζετε, 56.536 καὶ τὰς ἀνωφελεῖς καὶ ἀκαίρους φαντασίας ὑμῶν καὶ τὰ σχήματα, πῶς πάντα κόνις, πῶς πάντα ὁ πικρότατος θάνατος μαραίνει, πῶς πάντα τέφρα, πῶς δυσωδίας πεπλησμένα. Καὶ μή μου τὸ τῶν γυναικῶν σύστημα καταβοάτω ὡς αὐτὰς κατηγοροῦντος. Ἐγὼ γὰρ ἔμπροσθεν τοῦ λόγου εἶπον, ὅτι οὐ περὶ συνετῶν γυναικῶν ὁ λόγος οὗτος γέγονεν, ἀλλὰ περὶ πονηρῶν καὶ ἀσυνέτων καὶ ἀφρόνων. Πολλὰς γὰρ ἐγὼ οἶδα γυναῖκας σώφρονας καὶ ἀγαθὰς καὶ ἐν σωφροσύνῃ περιπατούσας, ἃς καὶ ὁ ἀπόστολος ἐμνημόνευσεν ἐν βίβλῳ ζωῆς. Ἀλλὰ φέρε καὶ τῶν ἄλλων ταγμάτων τὸν δῆμον ἀνιστορήσωμεν. Τριῶν γὰρ ταγμάτων εἰκόνας τῇ ὑμῶν μεγαλειότητι ἀπηγγειλάμην φράσαι, παρθένων, καὶ τῶν ἐν συζυγίαις, καὶ τῶν ἐν χηρείαις καταγομένων. Ἐπειδὴ περὶ τῶν παρθένων ὀλίγα ἐκ τῶν πολλῶν τῇ ἀγάπῃ ὑμῶν ἐξηγησάμην, ἀρξώμεθα καὶ περὶ τῶν ἐν γάμοις ἐγκαυχωμένων γυναικῶν, αἵτινες δίκην ἀσπίδος τοῖς ἑαυτῶν ἀνδράσι καθεστήκασι. Πόσας γὰρ γυναῖκας εἶδον τοῖς ἑαυτῶν συζύγοις θάνατον αἰφνίδιον προσενεγκούσας; πόσας ἐπίσταμαι τοῖς ἑαυτῶν συνεύνοις μὴ δυναμένας ἐπαγαγεῖν θάνατον, στένοντας καὶ τρέμοντας διὰ κακοηθείας πεποιηκυίας αὐτοὺς, καὶ οὐδὲ ὡς τὰ ζῶα τὴν τιμὴν αὐτοῖς προσαγούσας; Ἀλλὰ κἂν πλουσία ὑπάρχῃ, ἐγκαυχωμένη ἐν τῷ πλούτῳ αὐτῆς ἡμέρας καὶ νυκτὸς, ζῇν ἐν εἰρήνῃ τὸν ὁμόζυγον οὐκ ἐᾷ. Κἂν πένης ᾖ, διερχομένη ἀπὸ τόπου εἰς τόπον, καὶ εἰς οἰκίαν ἐξ οἰκίας, μάχας ἀνεγείρει, θυμοὺς ἀναῤῥιπίζει, ταραχὰς καθεκάστην προσφέρει, οὐκ ἐῶσα τὸν ἄνδρα αὐτῆς οὔτε μετὰ γείτονος, οὔτε μετὰ γνωρίμου εἰρήνην ἔχειν, ἀλλὰ πάντας ὑβρίζει, μετὰ πάντων δικάζεται, πάντας ἐπιτρέχει, πάντας θορυβεῖ, ἐν ἀρχαῖς αὐτομολοῦσα ἀναισχύντως, καὶ ἐν δικαστηρίοις εὑρισκομένη ὡς ἀδικηθεῖσα, καὶ ἐν βαλανείοις πολυλογοῦσα, καὶ ἐν ἐκκλησίαις συντυχίας ἀκαίρους προσφέρουσα, καὶ ταῦτα φλυαροῦσα· Ἐγὼ τοῦ βίου μου ἡ αὔξησις, ἐγὼ τῶν δούλων ἡ παιδαγωγία, ἐγὼ τῶν τροφῶν ἡ μεριμνήτρια· μάτην ὁ σύζυγός μου τὰ πρεσβεῖα φέρει, οὐδενὸς πράγματος φροντὶς αὐτῷ ὑπάρχει· οὐ γινώσκει τί ἐν τῷ οἴκῳ μου ἐκτελῶ, εἰ μὴ τὸν ἄρτον ὃν ἐσθίει ἀπὸ τῆς τραπέζης, καὶ τὸ πόμα ὅπερ πίνει μὴ γινώσκων. Ὢ ἀναισχυντίας προδήλου! ∆ικαίως ἡ σοφία βοᾷ· Μὴ πρόσεχε φαύλῃ γυναικί· μέλι γὰρ ἀποστάζει ἐκ χειλέων, ὃ