1

 2

 3

 4

 5

3

Καὶ αὐτοὶ μὲν ὥσπερ διὰ χλοηφόρου πεδίου ἔδραμον χαίροντες, οἱ δὲ ἐχθροὶ αὐτῶν Αἰγύπτιοι ὡσεὶ μόλυβδος ὑποβρύχιοι ἐποντίζοντο. Οὕτως ἐστὶν ἀγαθὸν τὸ εὔξασθαι καὶ ἀποδοῦναι Κυρίῳ τῷ Θεῷ ἡμῶν. Ἢ γὰρ οὐχὶ καὶ ἐν τῇ ἐρήμῳ ὕδατος καὶ ἄρτου ἐνδεεῖς γενόμενοι; Πῶς γὰρ οὐκ ἔμελλον ἐν τῇ ἐρήμῳ ὑστε ρεῖσθαι ἄρτου καὶ ὕδατος, ὅπου γε οὐκ ἄρουρα, οὐκ ἄμπελος, οὐ δένδρον, οὐ βοτάνη, οὐ σπόρος, οὐ θέρος; Ἀλλ' εὐχὴ ἁγία καὶ οὐρανὸν αὐτοῖς μαννοδοτεῖν ἤνοιγε καὶ ἀέρα κρεοδοτεῖν, καὶ πέτραν ἀκροτοπηγόβρυτα νά ματα βλαστάνειν ἡτοίμαζεν. Ὑπὸ γὰρ τῶν τριῶν τούτων στοιχείων ὑπηρετοῦντο, οὐρανοῦ, ἀέρος καὶ πέτρας. Οὐρανὸς μὲν γὰρ αὐτοῖς χιονόχροον τὸ ὕδωρ ἐκόχλαζε, καὶ ἀὴρ σεσιτευμένην αὐτοῖς τὴν ὀρτυγομήτραν ἀκαμά τως προσέφερε. Καὶ ἐπιλείψει μοι διηγουμένῳ καὶ ὁ τῆς ἡμέρας χρόνος τὰ τῶν πατέρων, προφητῶν τε καὶ βα σιλέων δι' εὐχῆς παρ' ἐλπίδα γεγενημένα νικήματα, τὰς ἐν νόσοις καὶ κινδύνοις καὶ τοῖς ἄλλοις χαλεπωτέροις πράγμασι δι' εὐχῆς γεγενημένας ἀγαθὰς καὶ ζωοφόρους ἐκβάσεις.

Τοσοῦτον γάρ ἐστι τὸ εὔξασθαι καὶ ἀποδοῦναι Κυρίῳ τῷ Θεῷ ἡμῶν. Εἴ τις ὑμῶν ἔν τινι πράγματι παρὰ ἀνθρώποις ἀπελπισμένῳ ἐνέχεται, ἢ ὑπὸ ἀνάγκης τινὸς ἢ κινδύνου πεπίεσται, μνημονευσάτω ταύτης τῆς γραφῆς· εὐξάσθω καὶ ἀποδότω Κυρίῳ τῷ Θεῷ ἡμῶν, καὶ εὑρήσει τῆς ἀγαθῆς διδασκαλίας τὸ ζωοφόρον καὶ μα κάριον τέλος. Εἰ δέ τις βούλεται, ἀγαπητοὶ, καὶ ἄλλως ἐκλαβεῖν τὸν στίχον τῆς Γραφῆς, καὶ λέγειν, ὅτι τὸ εὔ ξασθαί ἐστι τὸ ἐπαγγείλασθαι, καὶ οὕτως ἔσται ὁ λόγος ὠφέλιμος. Πολλαχῶς γὰρ παρὰ τῇ Γραφῇ ηὕραμεν τὸ εὔξασθαι ἀντὶ τοῦ ἐπαγγείλασθαι· ὥς φησιν ἡ Σοφία· 55.597 Καλόν ἐστι τὸ μὴ εὔξασθαί σε, ἢ εὐξάμενον μὴ ἀποδοῦναι· τουτέστι, τὸ μὴ ἐπαγγείλασθαι Θεῷ μᾶλλον, ἢ ἐπαγγειλάμενον ψεύσασθαι. ∆ιὸ παραγγέλλει, Καὶ μὴ ψεύσῃ λόγον ἐν καιρῷ προσευχῆς σου. Ηὔξω τὴν θυγα τέρα σου ἢ τὸν υἱόν σου ἀπὸ νόσου βαρείας ὑγιαίνοντα ἀπολαμβάνοντα, Θεῷ ἀφιεροῦν; Μὴ ψεύσῃ λόγον ἐν καιρῷ προσευχῆς σου. Ἀλλ' ὡς ἡ μακαρία Ἄννα στεῖρα οὖσα τὸ πρὶν, εὐξαμένη, ὃ ἂν γεννήσει, Θεῷ ἀφιερῶσαι, καὶ τοῦτο ποιήσασα, αὕτη μὲν γέγονεν εὐ λογίας αἰωνίου κληρονόμος· ὁ δὲ αὐτῆς υἱὸς Σαμουὴλ, πρῶτος καὶ ἐκλελεγμένος ἐν προφήταις λελόγισται, καὶ τοσοῦτον παρὰ Θεῷ ἐτετίμητο, ὡς μετὰ Μωϋσῆν αὐτὸν καὶ Ἀαρὼν συγκαταριθμηθῆναι· Μωϋσῆς γὰρ καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ. Πρῶτον ἀγαθόν ἐστι τὸ εὔξασθαι, τουτέστι, τὸ ἐπαγγείλασθαι· ταχέως ἀπο δοῦναι μετὰ ἱλαρᾶς καὶ ἀγαθῆς προαιρέσεως.

Ἀγαθὸν γὰρ καὶ Ἱλαρὸν δότην ἀγαπᾷ ὁ Θεός. Οὕτως Ἄβελ Θεῷ εὐηρέστησεν, ἐπειδὴ ἐξ ἱλαρᾶς καὶ ἀγαθᾶς προαι ρέσεως τὰ δῶρα τῷ Θεῷ προσεκόμισε· Κάϊν δὲ ἀπήρεσε Θεῷ, ἐπειδὴ οὐκ ἐξ ἱλαρᾶς καρδίας, ἀλλ' ὡς ἐκ λύπης καὶ ἀνάγκης τὰ δῶρα τῷ Θεῷ προσέφερεν, ἐπὶ τῇ τοῦ ἀδελφοῦ εὐδοξίᾳ λυπηθείς. ∆εινὸν δὲ τὸν σπινθῆρα τοῦ φθόνου ἐν τῇ καρδίᾳ ἀνακινήσας, πρὸς δολοφονίαν ἐξεκαίετο, ἀνθ' ὧν ἔδει μιμησάμενον αὐτὸν τὴν τοῦ ἀδελφοῦ φιλόθεον γνώμην, ἰσόῤῥοπον τῷ ἀδελφῷ τὴν τιμὴν παρὰ τῷ Κυρίῳ κομίσασθαι. Νῦν δὲ μήτε πρὸς τὸ ὁμόφυλον καὶ συγγενὲς ἀπιδὼν, μήτε τὸν Θεὸν ἐφορῶντα τῆς ἑαυτοῦ ἀθεμίτου πράξεως ψηφισάμενος, λόγοις ἀπατηλοῖς τὸν νεανίαν ἐπὶ τὸ πεδίον ἑλκύσας, τὸ φαιδρὸν ποίημα Θεοῦ τῷ φόνῳ διέλυσεν. Οὗτος πρῶτος ἀδελφοκτονίαν εἰργάσατο, πρῶτος τὴν γῆν αἵματι ἐμίανε, πρῶτος πύλας θανάτου ἠνέῳξεν. Οὔπω γὰρ ἦν θάνατος γευσάμενος ἄνθρωπον, εἰ μὴ Κάϊν διὰ τοῦ φθόνου τὸν φόνον ἐκύησε. Τί γάρ σε ἔβλαπτε, Κάϊν, ἡ τοῦ Ἄβελ ζωή; ἢ τί σε ὠφέλησεν ἐκείνου ὁ θάνατος; ἢ γὰρ οὐχὶ μᾶλλον καὶ ἔβλαψεν; Ἰδοὺ γὰρ ἀστάτως τῷ νῷ καὶ τρόμῳ τὸ ζῇν ἐξετέλεσας.

γʹ. Ὦ φθόνε, ὑποκρίσεως ἀδελφὲ, δόλου δημιουργὲ φόνου σπορεῦ,

δρακόντιον σπέρμα, θανατόπνοον ἄνθος. Τί μιαρώτερον φθόνου; Ἀλλ' οὐδέν. Τί δὲ