1

 2

 3

 4

 5

4

καὶ ἐκύησε θάνατον; Ἀλλ' οὐδὲν ἕτερον, εἰ μὴ φθόνος, καθὼς μαρτυρεῖ μοι ἡ Γραφὴ λέγουσα, ὅτι Ὁ Θεὸς θάνατον οὐκ ἐποίη-σεν, οὐδὲ τέρπεται ἐπ' ἀπωλείᾳ ζώντων· φθόνῳ δὲ τοῦ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. Ἐμοὶ δοκεῖ, ἀγαπητοὶ, τὸν φθόνον ἐξεύρεμα εἶναι τοῦ δράκοντος· καὶ ἀμήχανόν ἐστιν ἔχειν τινὰ φθόνον, ἐὰν μὴ ὁ ὄφις προσερπύσας τινὶ λαθραίως, καὶ ἐκ τῆς αὐτοῦ καρδίας ἐμέσας τὸν ἰὸν εἰς τὴν τοῦ δεχομένου καρδίαν ἐμβάλλῃ τὸν φθόνον. Οὕτω γὰρ εἰς τὴν αὐτὴν τοῦ ὄφεως τάξιν καὶ δύναμιν ὁ φθονερὸς ἀπολήγει. Εἶδες τὸν φθονερόν; εἶδες τὸν ὄφιν; Λαλεῖ σοι ὡς φίλος τὰ ἴδια, καὶ μανθάνει παρὰ σοῦ τὰ σὰ ὡς ἐχθρός σου. Προσέρχεται ὁ ὄφις τῇ Εὔᾳ ὡς φίλος, γλυκέσι ῥήμασιν αὐτὴν μαγεύων, πικροῖς δὲ νοήμασιν αὐτὴν παγιδεύων· ἐπὶ στόματος φέρων τὸ μέλι, ἐν τῇ καρδίᾳ κρύπτων τὸ ξίφος· τὴν κεφαλὴν ἀλλαχοῦ ἀποκλίνων, καὶ τὴν κέρκον ἀλλαχοῦ σοι λοξεύων. Προσέρχεται τῷ Ἄβελ ὁ Κάϊν ὡς φίλος· λαλεῖ εἰρηνικὰ, καὶ νοεῖ πολεμικά· ὁ δόλος ἐπὶ στόματος αὐτοῦ ἐφέρετο, καὶ ὁ φθόνος ἐν τῇ καρδίᾳ αὐτοῦ ἐσκιάζετο. Προσέρχεταί σοι ὁ φθονερός· λαλεῖ σοι τὰ ἴδια, λόγοις ἀπατηλοῖς καὶ γέλωτι χλιαρῷ προσδιαλεγόμενός σοι τὸ πρόσωπόν σου φαιδρύνει, τὴν διανοιάν σου ἀνοίγει, ἵνα τὴν ἐγκεκρυμμένην ἐνθήκην τῆς διανοίας σου ἐκκενώσῃ. Μανθάνει τὰ μυστήριά σου λέγων, καὶ προσφέρει τὰ κρυπτά σου ἐπὶ πάντων. Κἂν κολακεύῃς αὐτὸν, οὐκ ἔτι ἀνέχεται, οὐκ ἔτι γελᾷ, οὐκ ἔτι μειδιάσματι τὸ πρόσωπον αὐτοῦ 55.598 ὑποχαλᾷ, ἀλλ' ἕστηκεν αὐστηρῶς κατηγορῶν, καὶ μὴ κινούμενος, ἕως οὗ ἐπίδῃ τὴν ἀσχημοσύνην σου, καὶ τότε γελάσει. Ἐὰν ἐν συμποσίῳ τι κατὰ σοῦ λαλῆται, ἐκεῖνος τὰ ὦτα ἀνοίγει. Εὖγε. Ἐάν τι λαλῆται ὑπὲρ σοῦ, ἐκεῖνος ἄλλους λόγους ἐμβαλὼν ῥαίνει τὴν διάνοιαν τῶν ἀκουόντων, ἵνα μὴ τὰ σὰ λαλούμενα καὶ ἀπόντι σοι δόξαν προσφέρωσι. Τί πονηρότερον φθονεροῦ; Ἀλλ' οὐδέν. Ἐν ποίοις θηρίοις συναριθμηθήσεται ὁ τοιοῦτος; Ἐὰν λέοντι ἢ παρδάλει αὐτὸν συνεικάσῃς, εὑρήσεις ἐν τῷ φθονερῷ τὸ πονηρόν.

Πᾶν γὰρ ζῶον ἀγαπᾷ τὸ ὅμοιον ἑαυτοῦ· ὁ δὲ φθονερὸς τὸν ἀδελφὸν αὐτοῦ μισεῖ, καὶ τοῦτον φονεύει. Οἱ κόρακες τὸν Ἠλίαν ἐν τῷ ὄρει διέτρεφον, καὶ οἱ ἀδελφοὶ τὸν Ἰωσὴφ διὰ φθόνον πιπράσκοντες ἔτραγον. Ὁ ὄφις διὰ φθόνον τὴν Εὔαν ἠπάτησε, καὶ Κάϊν τὸν Ἄβελ διὰ φθόνον ἐφόνευσε. Τὸ κῆτος τὸν Ἰωνᾶν ἐν τῇ θαλάσσῃ ἐξένισε, Σαοὺλ δὲ διὰ φθόνον ἐδίωκε τὸν ∆αυΐδ. Οἱ λέοντες τὸν ∆ανιὴλ ἐνετράπησαν, οἱ δὲ Ἰουδαῖοι τὸν Χριστὸν διὰ φθόνον ἐσταύρωσαν. Αἱ ἀσπίδες κολακευόμεναι ἡμεροῦνται, οἱ δὲ φθονεροὶ εὐεργετούμενοι πλέον ἐξάπτονται. Ἀλλ' ἵνα μὴ δόξωμεν, ἀγαπητοὶ, ἐπιπολὺ ἐρεσχελεῖν καὶ ἔξω βαίνειν τῶν ἀρτίως ἀναγνωσθέντων, ἐπανέλθωμεν ἐπὶ τὸ προκείμενον. Εὔξασθε καὶ ὑμεῖς οἱ φθονούμενοι, ἵνα μὴ ὑπὸ τῶν φθονούντων πάθητέ τι τῶν ἀνηκέστων, μήτε τῷ αὐτῷ νοσήματι περιπέσητε. Ὁ γὰρ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ. Εὔξασθε καὶ ὑμεῖς οἱ φθονοῦντες, ἵνα τὸν ἰὸν τοῦ δρά-κοντος ἐξεμέσαντες, ἐν καθαρῷ τῷ μαρτυρίῳ τῆς συνειδήσεως τὸν οὐράνιον ἄρτον ὑποδέξησθε. Εὔξασθε καὶ ἀποδῶτε Κυρίῳ τῷ Θεῷ ἡμῶν.

Πολλὰ ἰσχύει, ἀγαπητοὶ, εὐχὴ, τὰ παρὰ ἀνθρώποις ἀδύνατα δυνατὰ καθιστῶσα. Ηὔξατο Μωϋσῆς, καὶ τὴν θάλασσαν ἐξήρανε, καὶ τοὺς Ἑβραίους ὡς διὰ χλοηφόρου πεδίου διήγαγεν. Ηὔξατο Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ τὰ Ἰορδάνια ῥεύματα ἐνεπόδισε, καὶ ἐπληρώθη τὸ γεγραμμένον· Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες, καὶ σὺ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; Ηὔξατο Ἠλίας ὁ ἁρματηλάτης, καὶ ὀμβροτόκους νεφέλας ἐχαλίνωσε, καὶ ταύτας πάλιν δι' εὐχῆς ἀνέῳξεν. Ηὔξατο ὁ αὐτὸς Ἠλίας, καὶ τῇ πενιχρᾷ χήρᾳ τὸ ἄλευρον καὶ τὸ ἔλαιον καθ' ἑκάστην ἡμέραν πίστει μεμετρημένον ἐδίδω. Ηὔξατο ὁ τούτου μαθητὴς Ἐλισσαῖος, καὶ ἡ Σωμανῖτις στεῖρα οὖσα τὸ πρὶν, παρ' ἐλπίδας ἐγέννα. Ηὔξατο ∆ανιὴλ, καὶ τὸν Βὴλ κατέστρεψε, καὶ τὸν δράκοντα ἀπέκτεινε, καὶ τοὺς λέοντας ἀναβλέπειν εἰς οὐρανὸν