1

 2

 3

 4

4

ἀπασχολούμενοι τοῖς τοῦ πλησίον διηγήμασι, τολμῶμεν παραπέμψασθαι· οὐ πλούσιος, οὐ πένης, οὐ δοῦλος, οὐκ ἐλεύθερος, οὐκ ἄνδρες, οὐ γυναῖκες, οὐκ ἄρχοντες, οὐκ ἀρχόμενοι, ἀλλὰ καὶ αὐτὸς ὁ τὸ διάδημα τὸ βασιλικὸν περικείμενος, εὐθέως τῶν Εὐαγγελίων ἀναγινωσκομένων, ἵσταται μετὰ παντὸς φόβου καὶ μετὰ πάσης σπουδῆς, καὶ οὐδὲ τὸ διάδημα συγχωρεῖ περικεῖσθαι τῇ κεφαλῇ αὐτοῦ, ἀλλ' ὑποκύπτει διὰ τὸν ἐν τοῖς ἁγίοις Εὐαγγελίοις ὁμιλοῦντα Θεόν. Τί λέγων; Οἶδα τὴν ἀξίαν τοῦ δεδωκότος ἐμοὶ τὴν ἀξίαν, προσκυνῶ τὴν βασιλείαν τοῦ δεδωκότος μοι τὴν βασιλείαν, καὶ ἵσταμαι μετὰ φόβου, τῶν ἁγίων αὐτοῦ λογίων ἀναγινωσκομένων· ἐπειδήπερ, φησὶν, αὐτὸς ἔδωκεν ἄρχουσιν ἵστασθαι πρὸς τὸ βασιλικὸν ἐπινίκιον ἀναγινωσκόμενον. Καὶ ἵνα μὴ λοιδορήσῃ ὁ αἱρετικὸς, λέγων, ὅτι πρὸς καιρὸν ὀλίγον μόνον ὑποκρίνονται οἱ βασιλεῖς τοῦ Χριστοῦ τὴν τιμὴν, ἄκουσον τοῦ προφήτου λέγοντος (πρὸ πολλῶν γὰρ γενεῶν τὴν νῦν γινομένην εἰκόνα λέγει)· Βασιλεῖς ὄψονταί σε, καὶ ἐγερθήσονται ἄρχοντες, καὶ ἀναστήσονται, καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς.

Μάνθανε οὖν καὶ πίστευε, ὦ αἱρετικὲ, ὅτι εἰς τοὺς ἀπεράντους αἰῶνας διαμένει Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἡ βασιλεία, καὶ ἡ χάρις αὐτοῦ στεφανοῦσα πάντας τοὺς Χριστιανοὺς, καὶ χειραγωγοῦσα ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Οὕτω πάντες οἱ Χριστιανοὶ πάντα πράττουσιν πρὸς ἐκεῖνον ἀποβλέποντες, καὶ ἐπείσθημεν αὐτοῦ λέγοντος· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσιν τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ ἐξουσία καὶ ἡ προσκύνησις σὺν τῷ μονογενεῖ αὐτοῦ Υἱῷ, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ καὶ παντοδυνάμῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων Ἀμήν.