1

 2

 3

 4

 5

3

οὐδὲ Ἰουδαίων ἐστὶν ἡ λέξις αὕτη, ἀλλὰ τοῦ εὐαγγελιστοῦ καὶ ψῆφος καὶ ῥῆσις (ὅταν δὲ εἴπω τοῦ εὐαγγελιστοῦ, τοῦ Χριστοῦ λέγω τοῦ κινοῦντος αὐτοῦ τὴν διάνοιαν), αὐτὰ τὰ ῥήματα ἐξέταζε. Ὁ Πατήρ μου. Οὐ παντί που δῆλον καὶ τῷ σφόδρα ἀνοήτῳ, ὅτι διὰ τοῦτο εἶπεν, Ὁ Πατήρ μου, ἵνα ἴδιον αὐτοῦ ἀποφήνῃ; Τὸ δὲ ἐπαγαγεῖν πάλιν, Ἐργάζεται, κἀγὼ ἐργάζομαι, ἆρα οὐκ ἰσότητά ἐστι κατασκευάζοντος; Οὐδὲ γὰρ εἶπεν, Ἐργάζεται ἐκεῖνος, ἐγὼ δὲ ὑπουργῶ· Ἐργάζεται ἐκεῖνος, ἐγὼ δὲ ὑπηρετοῦμαι· ἀλλ', Ἐκεῖνος ἐργάζεται, κἀγὼ ἐργάζομαι. Ὁρᾷς πῶς οὐκ Ἰουδαίων ἦν ἀπόφασις, ἀλλὰ τῶν ἐκείνου ῥημάτων κατασκευὴ τὸ λεγόμενον; Εἰ γὰρ Ἰουδαίων ἦν πεπλανημένη τις ὑπόνοια καὶ ψῆφος τὸ ἴσον αὐτὸν ποιεῖν τῷ Θεῷ, καὶ αὐτὸς μὲν οὐκ ἐβούλετο τοῦτο ὑποπτεύεσθαι, οἱ δὲ Ἰουδαῖοι μὴ βουλομένου τοῦτο αὐτοῦ ὑπώπτευον, ἕτερα ὑπονοοῦντες παρ' ὃ αὐτὸς κατασκευάσαι ἐβούλετο· οὐκ ἂν αὐτὸ εἴασεν οὕτως ἀδιόρθωτον ὁ εὐαγγελιστὴς, ἀλλ' ἐπεσημήνατο ἂν καὶ εἶπεν αὐτὸ σαφῶς. Καὶ γὰρ ἔθος αὐτοῖς τοῦτο ποιεῖν, καὶ αὐτοῖς καὶ τῷ Ἰησοῦ· καὶ τοῦτο ἐξ ἑνὸς καὶ δευτέρου παραδείγματος πειράσομαι ὑμῖν ποιῆσαι δῆλον, ὅτι ὅταν εἴπῃ τι ὁ Χριστὸς, καὶ ἑτέρως μὲν αὐτὸ εἴπῃ αὐτὸς, ἑτέρως δὲ ὑποπτεύσωσιν οἱ Ἰουδαῖοι, διορθοῦται ὁ εὐαγγελιστής.

Καὶ ἵνα μάθῃς τοῦτο σαφῶς, ἄκουσον αὐτοῦ τοῦ Ἰωάννου αὐτὸ τοῦτο δῆλον ποιοῦντος. Ἐπειδὴ γὰρ εἰσῆλθεν εἰς τὸν ναὸν τοῦ Θεοῦ, καὶ τοὺς κολλυβιστὰς ἐξέβαλε φραγέλλιον ποιήσας, καὶ ἔλεγεν· Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου· προσελθόντες οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι ἔλεγον· Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς; Τί οὖν αὐτός; Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· περὶ τοῦ σώματος τοῦ ἑαυτοῦ λέγων. Ἀλλ' ἐκεῖνοι αὐτὸ οὐ συνεῖδον, ἀλλὰ τί φασι; Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; περὶ τοῦ ναοῦ τοῦ Ἰουδαϊκοῦ τοῦ διὰ λίθων κατεσκευασμένου λέγοντες· ἐκεῖνος γὰρ τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη μετὰ τὴν ἐπάνοδον ἀπὸ Βαβυλῶνος, διακωλυομένων τῶν 63.514 οἰκοδομούντων ὑπὸ τῆς βαρβαρικῆς ἐπιβουλῆς, καὶ χρόνου τριβομένου πολλοῦ οὗτος ὁ ναὸς ἀπηρτίζετο. Ἐπεὶ οὖν ὁ Ἰησοῦς περὶ τοῦ σώματος τοῦ ἑαυτοῦ ἔλεγεν, τὸν σταυρὸν δηλῶν καὶ τὴν ἀνάστασιν· τοῦτο γάρ ἐστι τὸ, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· ἐκεῖνοι δὲ περὶ τοῦ ναοῦ τοῦ Ἰουδαϊκοῦ ὑπώπτευον· ὅθεν καὶ ἔλεγον· Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; ὅρα πῶς οὐ παρέδραμεν αὐτὸ ὁ εὐαγγελιστὴς, ἀλλ' ἐπήγαγε τὴν διόρθωσιν, λέγων· Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. Οὐδὲ γὰρ εἶπε, Λύσατε τὸ σῶμα τοῦτο, ἀλλὰ, Τὸν ναὸν, ἵνα δείξῃ τὸν Θεὸν τὸν οἰκοῦντα ἐνοικ.? λύσατε τὸν ναὸν τὸν πολλῷ βελτίονα τοῦ Ἰουδαϊκοῦ. Ὁ μὲν γὰρ εἶχε τὸν νόμον, ὁ δὲ τὸν νομοθέτην· ὁ μὲν τὸ γράμμα τὸ ἀποκτεῖνον, ὁ δὲ τὸ πνεῦμα τὸ ζωοποιοῦν· ὁ μὲν τὴν ῥάβδον τὴν Ἀαρὼν, ὁ δὲ τὴν ῥάβδον Ἰεσσαί.

γʹ. Πάλιν ἀλλαχοῦ τὸ ἐπὶ τῶν ἄρτων θαῦμα ποιήσαντι ἀπάρας σὺν αὐτοῖς,

διέβαινεν εἰς τὸ πέραν, καὶ ἔλεγε τοῖς μαθηταῖς· Προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. Οἱ δὲ ζύμην ἀκούσαντες, περὶ ἄρτων ὑπώπτευον· αὐτὸς δὲ οὐ περὶ ἄρτων ἔλεγεν, ἀλλὰ περὶ τῆς διδασκαλίας τῶν Φαρισαίων. Ἐπεὶ γὰρ ἄλλως μὲν αὐτὸς εἶπεν, ἄλλως δὲ ὑπώπτευσαν ἐκεῖνοι, ὅρα πῶς διορθοῦται αὐτὸ, λέγων· Οὕτως ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; οὐ μέμνησθε τοὺς πέντε ἄρτους καὶ πόσους κοφίνους ἐλάβετε, καὶ τοὺς ἑπτὰ ἄρτους καὶ πόσας σπυρίδας ἐλάβετε; πῶς οὐ νοεῖτε ὅτι οὐ περὶ ἄρτων εἶπον ὑμῖν, ἀλλὰ περὶ τῆς διδασκαλίας τῶν Φαρισαίων, ὥστε προσέχειν; Ὁρᾷς πῶς καὶ ἐπὶ τοῦ ναοῦ ὁ εὐαγγελιστὴς καὶ ἐνταῦθα αὐτὸς τῶν πεπλανημένων διορθοῦται τὴν ὑπόνοιαν; Οὕτω τοίνυν καὶ ἐπὶ τοῦ ἴσον ἑαυτὸν ποιεῖν τῷ Θεῷ, εἰ αὐτὸς μὲν οὐκ ἐποίει ἑαυτὸν ἴσον τῷ Θεῷ, οἱ δὲ Ἰουδαῖοι τοῦτο