1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

3

οἰκίας, τὰς λαλούσας τὰ μὴ δέοντα, τὰς ἐκτραπείσας ὀπίσω τοῦ Σατανᾶ. Οὐ γὰρ εἰπὼν ἁπλῶς, Βούλομαι νεωτέρας γαμεῖν, ἐσίγησεν, ἀλλὰ λέγει καὶ ποίας νεωτέρας, καὶ τὰ πτώματα αὐτῶν ἔπεισι. Ποῖα πτώματα; Ὅταν καταστρηνιάσωσι, φησὶ, τοῦ Χριστοῦ, γαμεῖσθαι θέλουσι, καὶ ἀργαὶ μανθάνουσι, καὶ περίεργοι, περιερχόμεναι τὰς οἰκίας, λαλοῦσαι τὰ μὴ δέοντα, καὶ ἐξετράπησαν. Τίνος ὀπίσω; Τοῦ Σατανᾶ. Ἐπεὶ οὖν μετὰ τὸ χηρείαν ἑλέσθαι, καὶ ταύτην πᾶσαν ὑπομεῖναι τὴν ἀσχημοσύνην, βούλονται γαμῆσαι πάλιν, βέλτιον πρὶν ἔχεσθαι, καὶ τὰς πρὸς τὸν Χριστὸν καταπατῆσαι συνθήκας, ἐπὶ τοῦτο ἐλθεῖν· ὡς εἰ μή τις εἴη τοιαύτη, οὐκ ἐπιτίθησιν ἀνάγκην γάμου δευτέρου. δʹ. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, δῆλον ἐκεῖθεν. Εἰ γὰρ ὡς νόμον τοῦτο τέθεικε πάσαις ταῖς γυναιξὶ τὸ γαμεῖν καὶ οἰκοδεσποτεῖν, περιττῶς ἐκεῖνα ἀπῄτει, Εἰ ἐτεκνοτρόφησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησε· περιττῶς κἀκεῖνό φησι τὸ, Ἑνὸς ἀνδρὸς γεγονυῖα. Εἰ γὰρ πάσας τὰς νεωτέρας κελεύεις γαμεῖσθαι, πῶς δυνήσεταί τις ἑνὸς ἀνδρὸς εἶναι γυνή; Ὥστε πρὸς ἐκείνας ὁ λόγος αὐτῷ. Οὕτω καὶ ἐπὶ τῆς συνουσίας τῆς κατὰ τὸν γάμον ποιεῖ. Εἰπὼν γὰρ, Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρὸν, ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχησθε· ἵνα μὴ νομίζῃς τὸ πρᾶγμα νόμον εἶναι, προστίθησι τὴν αἰτίαν ὕστερον λέγων· Ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς. Τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐκ ἐπιταγὴν, διὰ τὴν ἀκρασίαν ὑμῶν. Ὥσπερ οὖν οὐ πᾶσιν ἐκεῖ ταῦτα διαλέγεται, ἀλλὰ 51.325 τοῖς ἀκρατεστέροις τῶν ἀνθρώπων καὶ εὐαλώτοις· οὕτω καὶ ἐνταῦθα ταῖς εὐχειρώτοις τῶν γυναικῶν, καὶ μὴ δυναμέναις ἐνεγκεῖν τὸν μετὰ ἀκριβείας βίον τῆς χηρείας, ταύταις παραινεῖ καὶ συμβουλεύει δεύτερον ἐπεισάγειν νυμφίον. Ἡ γὰρ χηρεία διπλοῦν τι πρᾶγμά ἐστι. Τί ποτέ ἐστι διπλοῦν; Ἔργων ἐπίδειξις ἀγαθῶν, καὶ τιμῆς ὑπεροχὴ μεγίστης. Καθάπερ οὖν καὶ ἡ ἀρχὴ διπλοῦν τι πρᾶγμά ἐστιν· ἔχει γὰρ καὶ ἔργα καὶ ἀξίωμα· ἀξίωμα μὲν ἀρχῆς ἡ ἐξουσία, καὶ ἡ παρὰ τῶν πολλῶν θεραπεία, καὶ αὐτὸ τὸ εἶναι ἄρχοντα· ἔργα δὲ ἀρχῆς, τὸ βοηθεῖν τοῖς ἀδικουμένοις, κωλύειν τοὺς ἀδικοῦντας, προεστάναι τῶν πόλεων, διανυκτερεύειν ἐν ταῖς κοιναῖς τῶν πραγμάτων φροντίσι, καὶ μυρία ἕτερα· οὕτω καὶ ἡ χηρεία καὶ ἀξίωμά ἐστι καὶ ἔργον· ἀξίωμά ἐστιν, αὐτὸ τὸ χήρα εἶναι, μέγιστον ὂν, ὡς ἀπεδείξαμεν ἔμπροσθεν· ἔργον ἐστὶ, τὸ μὴ δεύτερον ἐπεισάγειν ἄνδρα, ἀλλ' ἀρκεσθῆναι τῷ προτέρῳ, τὸ τεκνοτροφῆσαι, τὸ ξενοδοχῆσαι, τὸ ἁγίων πόδας νίψαι, τὸ θλιβομένοις ἐπαρκέσαι, τὸ παντὶ ἔργῳ ἀγαθῷ ἐπακολουθῆσαι. Ὁ τοίνυν Παῦλος περὶ αὐτῶν διαλεγόμενος, τὰ μὲν ἔργα τῆς χήρας ἀφίησιν αὐτὴν πάντα ἐπιτελεῖν· εἰς δὲ τὸ ἀξίωμα τῆς χήρας, καὶ τὸν χορὸν, καὶ τὴν τάξιν οὐκ ἀφίησιν αὐτὴν εἰσελθεῖν, ἕως ἂν ἑξηκοστὸν ἔτος παρέλθῃ, μονονουχὶ λέγων· Ποιείτω μὲν τὰ τῆς χήρας ἔργα, τῆς δὲ τιμῆς ἀξιούσθω τότε, ὅταν πάντα ἐπιδειξαμένη καὶ τὴν ἀπὸ τοῦ χρόνου λοιπὸν ἀσφάλειαν ἔχῃ, καὶ τὴν ἀπὸ τῶν ἔργων ἀπόδειξιν, καὶ τὴν ἔξωθεν μαρτυρίαν. Μηδεὶς γυναιξὶ μόνον τὸν λόγον τοῦτον ἐπιτήδειον εἶναι νομιζέτω. Καὶ γὰρ καὶ ἀνδράσιν ἐστὶ χρήσιμος, ἵνα καὶ αὐτοὶ στέργωσι τὰς ἑαυτῶν καὶ ἀπελθούσας, καὶ μὴ λεαίνας συγκατοικίζωσι τοῖς παιδίοις, μητρυιὰς ἐπεισάγοντες, καὶ τὴν ἀσφάλειαν τὴν ἑαυτῶν ἅπασαν ἀνατρέποντες. εʹ. Ταῦτα δὲ λέγομεν οὐχὶ νομοθετοῦντες δεύτερον ἀποστρέφεσθαι γάμον, ἀλλὰ παραινοῦντες καὶ συμβουλεύοντες μετὰ σωφροσύνης ἀρκεῖσθαι τῷ προτέρῳ. Ἕτερόν ἐστιν παραινεῖν καὶ συμβουλεύειν, ἕτερον νομοθετεῖν. Ὁ μὲν γὰρ παραινῶν καὶ συμβουλεύων, κύριον ἀφίησι τὸν ἀκούοντα τῆς τῶν συμβουλευομένων αἱρέσεως εἶναι· ὁ δὲ νομοθετῶν, ταύτην παραιτεῖται τὴν ἐξουσίαν αὐτῶν. Ἀλλ' ἡ Ἐκκλησία οὐ νομοθετεῖ ταῦτα, ἀλλὰ παραινεῖ μόνον· καὶ γὰρ καὶ δεύτερον ἐπέτρεψε γάμον ὁ Παῦλος, οὕτως εἰπών· Γυνὴ δέδεται νόμῳ, ἐφ' ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ· μακαριωτέρα δέ ἐστιν, ἐὰν οὕτω μείνῃ. Ὥσπερ οὖν