1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

8

καὶ διὰ τοῦτο τὰ ἄνω κάτω γεγένηται, καὶ οὓς οὐ παιδεύουσιν οἱ γονεῖς, οἱ ἔξωθεν παιδεύουσι νόμοι. ιαʹ. Οὐκ αἰσχύνῃ καὶ ἐρυθριᾷς, εἰπέ μοι, ὅταν τὸν υἱὸν τὸν σὸν ὁ δικαστὴς κολάσῃ καὶ σωφρονέστερον ποιήσῃ, καὶ τῆς ἔξωθεν ἐκεῖνος δέηται διορθώσεως, τοσοῦτον ἐξ ἀρχῆς σοι συνοικήσας χρόνον; οὐκ ἐγκαλύπτῃ καὶ καταδύῃ; Τολμᾷς δὲ ὅλως, εἰπέ μοι, πατὴρ ἔτι καλεῖσθαι, οὕτω προδοὺς τὸν υἱὸν, καὶ τὴν ἀναγκαίαν οὐκ εἰσενεγκὼν αὐτῷ φορὰν, ἀλλὰ περιιδὼν ὑπὸ πάσης διαφθαρέντα κακίας; Κἂν μὲν δραπέτην τινὰ ἴδῃς ῥαπίζοντα τὸ παιδίον, ἀγανακτεῖς καὶ ὀργίζῃ καὶ δυσχεραίνεις, θηρίου χαλεπώτερον ἐπιπηδήσας τῇ τοῦ τυπτήσαντος ὄψει· τὸν δὲ διάβολον καθ' ἑκάστην ἡμέραν ὁρῶν αὐτὸν ῥαπίζοντα, δαίμονας εἰς ἁμαρτήματα ἐνάγοντας, καθεύδεις καὶ οὐκ ἀγανακτεῖς, οὐδὲ ἐξαρπάζεις τοῦ χαλεπωτάτου θηρίου τὸν υἱόν; Πάλιν ἂν μὲν ὑπὸ δαίμονος ἐνεργῆται, πρὸς πάντας τοὺς ἁγίους τρέχεις, καὶ τοὺς ἐν ταῖς κορυφαῖς τῶν ὀρέων ἐνοχλεῖς, ὥστε αὐτὸν τῆς μανίας ἀπαλλάξαι ἐκείνης· ἁμαρτίας δὲ, ἣ παντὸς δαίμονός ἐστι χαλεπωτέρα, συνεχῶς ἐνοχλούσης, οὐδὲν πλέον ποιεῖς; Καὶ τὸ μὲν παρὰ δαίμονος ἐνοχλεῖσθαι χαλεπὸν οὐδέν· οὐ γὰρ εἰς γέενναν ἐμβαλεῖν τὸ δαιμόνιον δύναται πάντως, ἀλλ' ἐὰν νήφωμεν, καὶ στεφάνους ἡμῖν ὁ πειρασμὸς οὗτος οἴσει λαμπροὺς καὶ περιφανεῖς, ὅταν εὐχαρίστως φέρωμεν τὰς τοιαύτας ἐπηρείας· τὸν δὲ ἁμαρτίᾳ συζῶντα ἀμήχανον σωθῆναί ποτε, ἀλλ' ἀνάγκη πάντως καὶ ἐνταῦθα ἐπονείδιστον εἶναι, καὶ ἀπελθόντα ἐκεῖ ἀθάνατα πάλιν κολάζεσθαι. Ἀλλ' ὅμως ταῦτα εἰδότες, ὑπὲρ μὲν τῶν ἐλαττόνων πολλὴν ποιούμεθα σπουδὴν, ὑπὲρ δὲ τῶν μειζόνων οὐδὲ διαναστῆναι βουλόμεθα· καὶ δαιμονῶντα μὲν ὁρῶντες θρηνοῦμεν, ἁμαρτάνοντα δὲ ὁρῶντες οὐδὲ αἰσθανόμεθα· δέον τότε κατακόπτεσθαι καὶ ὀδύρεσθαι, μᾶλλον δὲ οὐκ ὀδύρασθαι μόνον, ἀλλὰ καὶ κατέχειν καὶ χαλινοῦν, συμβουλεύειν, παραινεῖν, φοβεῖν, ἐπιτιμᾷν, παντὶ τρόπῳ θεραπείας τὴν ἀῤῥωστίαν ἀπελαύνειν ἐκείνην, καὶ τὴν χήραν μιμεῖσθαι ταύτην, περὶ ἦς ὁ Παῦλός φησιν· Εἰ ἐτεκνοτρόφησεν. Οὐ γὰρ πρὸς ἐκείνην μόνον, ἀλλὰ καὶ πρὸς ἅπαντας τοῦτον ἀποτείνει τὸν λόγον, καὶ πᾶσι παραινεῖ λέγων, Ἐκτρέφετε τὰ παιδία ἐν νουθεσίᾳ Κυρίου. Πρῶτον γὰρ τοῦτο καὶ μέγιστόν ἐστι τῶν ἀγαθῶν· ὅπερ οὖν καὶ παρὰ τῆς χήρας πρῶτον ἀπῄτησεν· εἶτα μετὰ τοῦτό φησιν, Εἰ ἐξενοδόχησε. Τί λέγεις, εἰπέ μοι; χήραν γυναῖκα ξενοδοχίαν ἀπαιτεῖς; οὐ γὰρ ἀρκεῖ τὸ θρέψαι παιδία; Οὐχὶ, φησίν· ἀλλὰ δεῖ καὶ τοῦτο προσεῖναι, καὶ μετὰ τὴν τῶν οἰκείων προστασίαν, καὶ τῶν ἀλλοτρίων ἔχειν πρόνοιαν χρὴ, καὶ τὴν οἰκίαν ἀνοῖξαι τοῖς ξένοις. Ἀπῆλθεν ὁ ἀνήρ· πᾶσαν τὴν περὶ ἐκεῖνον σπουδὴν περὶ τοὺς ξένους ἀνάλωσον. Τί οὖν, φησὶν, εἰ πένης εἴη; Οὐκ ἔστιν ἐκείνης τῆς χήρας πενεστέρα τῆς ἐν ἀλεύρῳ μικρῷ καὶ ἐλαίου κυάθῳ τὸν μέγαν προφήτην ὑποδεξαμένης τὸν Ἠλίαν. Καὶ γὰρ καὶ ἐκεῖ παιδία παρῆν· ἀλλ' οὔτε ἡ σπάνις τῶν ὄντων, οὔτε ἡ τοῦ λιμοῦ τυραννὶς, οὔτε ὁ προσδοκώμενος θάνατος, οὐχ ἡ τῶν παιδίων φροντὶς, 51.332 οὐχ ἡ χηρεία, οὐκ ἄλλο οὐδὲν ἐγένετο κώλυμα τῇ φιλοξένῳ γυναικί. ιβʹ. Οὕτω πανταχοῦ οὐ μέτρα οὐσίας, ἀλλὰ μέτρα διανοίας ζητεῖται. Ὁ μεγαλόψυχος καὶ τῇ διανοίᾳ πλούσιος, κἂν ἁπάντων ἀνθρώπων πενέστερος ἐν χρήμασιν ᾖ, πάντας ὑπερβῆναι δυνήσεται καὶ φιλοξενίᾳ καὶ ἐλεημοσύνῃ, καὶ τῇ λοιπῇ πάσῃ φιλοφροσύνῃ· ὁ μικρολόγος καὶ πτωχὸς τὴν διάνοιαν, καὶ χαμαὶ ἕρπων, κἂν ἁπάντων εὐπορώτερος ᾖ, πάντων ἐστὶ πτωχότερος καὶ ἀπορώτερος· διὰ τοῦτο πρὸς τὰ τοιαῦτα ἅπαντα ὀκνεῖ καὶ ἀναδύεται. Καὶ ὥσπερ οὐδὲν ἐπὶ τοῦ πένητος ἡ πενία γένοιτ' ἂν κώλυμα πρὸς ἐλεημοσύνην διὰ τὸν τῆς διανοίας πλοῦτον· οὕτως οὐδὲν ἐπὶ τοῦ πλουτοῦντος ἡ εὐπορία συμπρᾶξαι δυνήσεται πρὸς τὴν φιλοφροσύνην διὰ τὴν τῆς διανοίας πενίαν. Καὶ τὰ παραδείγματα ἐγγύθεν· ἡ μὲν γὰρ χήρα καὶ ἐν ἀλεύρῳ μικρῷ τὸν προφήτην ἐδέξατο· ὁ δὲ Ἀχαὰβ τοσοῦτον κεκτημένος πλοῦτον, καὶ τῶν ἀλλοτρίων ἐπεθύμησεν. Οὕτως οὐκ ἔστι χρημάτων πλοῦτος, ἀλλὰ πλοῦτος διανοίας ὁ παρέχων ἡμῖν εὐκολίαν περὶ τὴν ἐλεημοσύνην· ἐπεὶ καὶ ἡ χήρα ἐκείνη διὰ δύο μόνον ὀβολῶν μυρίους πλουσίους