1

 2

 3

 4

3

ἄλλης ὠμότητος ἐκνικῆσαι φιλονεικῶν. Ἐκεῖνα γὰρ ἀνάγκῃ φύσεως πρὸς τὴν θοίνην ἔρχεται ταύτην, καὶ κορεσθέντα ἄπεισι, κἂν μυρία ἴδῃ σώματα, οὐδενὸς ἐκείνων ἐφάπτεται· οὗτος δὲ καὶ πονηρίᾳ προαιρέσεως ἐπὶ τὴν βορὰν ᾔει ταύτην, καὶ τῶν σαρκῶν αὐτῶν ἐμπλησθεὶς, ἑτέραν πλέκει κατ' αὐτῶν μηχανὴν, μακροτάτῳ καὶ χαλεπωτάτῳ θανάτῳ τοὺς ἁγίους παραδούς· προσέταξε γὰρ ἐν τοῖς μετάλλοις αὐτοὺς ἐργάζεσθαι διηνεκῶς. Ὢ τῆς ἀπονοίας! πεῖραν οὕτω σαφῆ λαβὼν τῆς ἀνδρείας αὐτῶν, καὶ τῆς ὑπομονῆς, ταύτῃ προσεδόκησε περιέσεσθαι. Καὶ δὴ θηρίοις συνῴκουν οἱ ἅγιοι, οἱ τῶν ἀγγέλων σύνοικοι, καὶ τῶν οὐρανῶν πολῖται, καὶ εἰς τὴν ἄνω λοιπὸν γραφέντες Ἱερουσαλὴμ, καὶ ἦν πάσης πόλεως λοιπὸν ἡ ἔρημος ἁγιωτέρα. Ἐν μὲν γὰρ ταῖς πόλεσι τὰ παράνομα ταῦτα καὶ τυραννικὰ ἐτολμᾶτο καθ' ἑκάστην ἡμέραν ἐπιτάγματα· ἡ δὲ ἔρημος ἀτέλειαν εἶχε τῆς ἀπανθρώπου λειτουργίας· καὶ τὰ μὲν δικαστήρια ἀνοσίας πράξεως ἔγεμε καὶ ἀθέσμων ἐπιταγμάτων· αἱ δὲ ἐρημίαι τοὺς πάντων ἀνθρώπων εὐνομωτέρους εἶχον πολίτας, τοὺς ἐξ ἀνθρώπων ἀγγέλους γεγενημένους, καὶ πρὸς τὸν οὐρανὸν ἡ ἔρημος ἡμιλλᾶτο, τό γε ἐκ τῆς ἀρετῆς τῶν οἰκούντων πολιτῶν. Καὶ φύσει μὲν ἦν ἡ τιμωρία χαλεπωτάτη, τῇ δὲ προθυμίᾳ τῶν ἀγωνιζομένων ἐγένετο ῥᾳδία καὶ κούφη καὶ εὔπορος. Πολλαπλάσιον τότε ἐνόμιζον ὁρᾷν τὸ φῶς, καὶ τὸ εἰρημένον παρὰ τῷ προφήτῃ, ὅτι Ἡ σελήνη ἔσται ὡς ὁ ἥλιος, ὁ δὲ ἥλιος ἑπταπλασίων, τοῦτο ἀπειληφέναι τὸ φῶς ἤδη ἐνόμιζον.

Οὐ γὰρ ἔστιν, οὐκ ἔστι ψυχῆς εὐθυμότερον καταξιουμένης ὑπὲρ Χριστοῦ παθεῖν τι τῶν 50.697 δεινῶν καὶ ἀφορήτων εἶναι δοκούντων ἡμῖν. Ἤδη πρὸς τὸν οὐρανὸν μεθεστάναι καὶ μετ' ἀγγέλων χορεύειν ἐνόμιζον. Τί γὰρ μᾶλλον αὐτοῖς οὐρανοῦ καὶ ἀγγέλων ἔδει, τοῦ τῶν ἀγγέλων ∆εσπότου μετ' αὐτῶν ὄντος Ἰησοῦ ἐπὶ τῆς ἐρήμου; Εἰ γὰρ, ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ αὐτοῦ ὄνομα, ἐκεῖ ἐστιν ἐν μέσῳ αὐτῶν, πολλῷ μᾶλλον ἐν μέσῳ ἐκείνων ἦν τότε συνειλεγμένων, οὐχ ὡς εἰς τὸ ὄνομα, ἀλλ' ὑπὲρ τοῦ ὀνόματος κολαζομένων διηνεκῶς. Ἴστε γὰρ, ἴστε σαφῶς, ὅτι τῆς τιμωρίας ταύτης οὐκ ἔστιν ἑτέρα χαλεπωτέρα, καὶ ὅτι μυρίους θανάτους ἄλλους ἂν εἵλοντο ὑπομεῖναι οἱ ταύτῃ τῇ ψήφῳ καταδικαζόμενοι, ἢ τῆς ὀδύνης ἀνέχεσθαι τῆς ἐκεῖθεν γενομένης. Παρεδόθησαν μετάλλοις, ἔνθα χαλκὸν ἀνορύττειν ἔδει, πολλάκις αὐτοὶ μετάλλου χρυσίου ὄντες τιμιώτεροι καὶ ἀΰλου χρυσίου, οὐ καταδίκων ἀνορυττομένου χερσὶν, ἀλλὰ πιστῶν ἀνδρῶν προθυμίᾳ εὑρεθέντος· εἰργάζοντο μέταλλα οἱ μυρίων γέμοντες θησαυρῶν. Τί τῆς ζωῆς ἐκείνης πικρότερον καὶ ὀδυνηρότερον; Ἑώρων καὶ εἰς ἑαυτοὺς ἐκβαίνοντα τὰ περὶ τῶν μεγάλων ἐκείνων ἀνδρῶν διηγήματα, ἃ περὶ τῶν ἁγίων διέξεισι λέγων ὁ Παῦλος· Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος [ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Ταῦτα καὶ ἐπὶ τῆς γενεᾶς ἐγένετο τῆς ἡμετέρας]. Ταῦτ' οὖν εἰδότες καὶ ἡμεῖς, ἀγαπητοὶ, ὅτι καὶ νῦν καὶ πάλαι, ἐξ οὗ γεγόνασιν ἄνθρωποι, ἅπαντες οἱ τῷ Θεῷ φίλοι τῷ στυγνῷ καὶ ἐπιμόχθῳ καὶ μυ 50.698 ρίων γέμοντι δεινῶν ἐκληρώθησαν βίῳ, μὴ τὸν ὑγρὸν καὶ διαλελυμένον καὶ τὸν ἀνέσεως γέμοντα διώκωμεν βίον, ἀλλὰ τὸν ἐπίμοχθον, τὸν ἐπίπονον, τὸν θλίψεις ἔχοντα καὶ ταλαιπωρίας. Ὥσπερ γὰρ οὐκ ἔστι τὸν ἀγωνιζόμενον δι' ὕπνου καὶ ῥᾳθυμίας καὶ τρυφῆς τῶν στεφάνων ἐπιτυχεῖν, οὐδὲ τὸν στρατιώτην τῶν τροπαίων, οὐδὲ τὸν κυβερνήτην τοῦ λιμένος, οὐδὲ τὸν γηπόνον τῆς ἅλω πεπληρωμένης· οὕτως οὐδὲ τὸν πιστὸν διὰ ῥᾳθυμίας τὸν ἑαυτοῦ βίον διαγαγόντα τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν.

Πῶς οὖν οὐκ ἄτοπον ἐν μὲν τοῖς βιωτικοῖς ἅπασι τοὺς πόνους προκεῖσθαι πρὸ τῆς ἡδονῆς, καὶ τοὺς κινδύνους πρὸς τῆς ἀσφαλείας, καὶ ταῦτα εὐτελοῦς καὶ μικρᾶς τῆς ἀπὸ τῶν πόνων ἐκείνων προσδοκίας μενούσης· ὅταν δὲ οὐρανὸς προκείμενος ᾖ,