1

 2

 3

 4

4

καὶ ἀγγέλων τιμαὶ, καὶ ζωὴ πέρας οὐκ ἔχουσα, καὶ ἡ μετ' ἀγγέλων διατριβὴ, καὶ τὰ ἀγαθὰ, ἃ μηδὲ ἐννοῆσαι ἢ εἰπεῖν δυνατὸν, προσδοκᾷν διὰ ῥᾳθυμίας καὶ ῥᾳστώνης καὶ διαλελυμένης ψυχῆς αὐτῶν ἐπιτεύξεσθαι, καὶ μὴ τῆς αὐτῆς αὐτὰ τοῖς βιωτικοῖς σπουδῆς ἀξιοῦν; Μὴ, παρακαλῶ, μὴ οὕτω κακῶς περὶ ἑαυτῶν καὶ τῆς ἑαυτῶν βουλευώμεθα σωτηρίας, ἀλλ' εἰς τοὺς ἁγίους τούτους ὁρῶντες, τοὺς γενναίους καὶ καρτερικοὺς ἀθλητὰς, τοὺς ἀντὶ φωστήρων δεδομένους ἡμῖν, πρὸς τὴν τούτων καρτερίαν καὶ τὴν ὑπομονὴν τὸν ἑαυτῶν διευθύνωμεν βίον, ἵνα ταῖς εὐχαῖς αὐτῶν δυνηθῶμεν μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἰδεῖν τε αὐτοὺς καὶ ἀσπάσασθαι, καὶ πρὸς τὰς οὐρανίους αὐτῶν καταταχθῆναι σκηνάς· ὧν γένοιτο πάντας ἡμᾶς τυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.