1

 2

 3

 4

 5

 6

5

ἀποπληρῶν τὸ παρὰ τοῦ Ἡσαΐου εἰρημένον· Ἔσται γὰρ, φησὶν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Ἰσραὴλ τρίτος ἐν τοῖς Ἀσσυρίοις, καὶ ἐν τοῖς Αἰγυπτίοις εὐλογημένος ἔσται ὁ λαός μου ἐν τῇ γῇ, ἣν εὐλόγησε Κύριος Σαβαὼθ λέγων· Εὐλογημένος ἔσται ὁ λαός μου ὁ ἐν Αἰγύπτῳ καὶ ὁ ἐν τοῖς Ἀσσυρίοις καὶ ὁ ἐν Ἰσραήλ. Τί λέγεις, ὦ Ἰουδαῖε; ὁ πρῶτος τρίτος γέγονας; Αἰγύπτιοι καὶ Ἀσσύριοι προετάχθησαν, καὶ ὁ πρωτότοκος Ἰσραὴλ ὑπαριθμεῖται; Ναί· εἰκότως Ἀσσύριοι πρῶτοι ἔσονται, ἐπειδὴ καὶ αὐτοὶ αὐτὸν πρῶτοι διὰ τῶν μάγων προσεκύνησαν· Αἰγύπτιοι δὲ μετὰ τοὺς Ἀσσυρίους, ἐπειδὴ καὶ αὐτοὶ φεύγοντα αὐτὸν τὴν Ἡρώδου ἐπιβουλὴν ἐδέξαντο· τελευταῖος δὲ Ἰσραὴλ ὑπαριθμεῖται, ἐπειδὴ μετὰ τὴν ἄνοδον τὴν ἐκ τοῦ Ἰορδάνου διὰ τῶν ἀποστόλων αὐτὸν ἔγνωσαν. Εἰσῆλθε δὲ εἰς Αἴγυπτον, σείων τὰ χειροποίητα τῆς Αἰγύπτου οὐχ ἁπλῶς, ἀλλ' ἐπειδὴ ἀπέκλεισε τῆς Αἰγύπτου τὰ πρόθυρα τῇ τῶν πρωτοτόκων ἀπωλείᾳ· ∆ιὰ τοῦτο σήμερον εἰσῆλθεν ὡς πρωτότοκος, ἵνα τῆς 56.392 παλαιᾶς στυγνότητος διαλύσῃ τὸ πένθος. Καὶ ὅτι πρωτότοκος λέγεται ὁ Χριστὸς, μαρτυρεῖ σήμερον ὁ Λουκᾶς ὁ εὐαγγελιστὴς, λέγων· Καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν, καὶ ἀνέκλινεν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. Εἰσῆλθεν οὖν εἰς τὴν Αἴγυπτον, ἵνα τῆς παλαιᾶς στυγνότητος διαλύσῃ τὸ πένθος, ἀντὶ μαστίγων χαρὰν ἐπιβαλὼν, ἀντὶ νυκτὸς καὶ σκότους σωτηρίας φέγγος χαρισάμενος. Βέβηλον ἦν τότε τοῦ ποταμοῦ τὸ ὕδωρ τῇ τῶν ἀώρων νηπίων σφαγῇ. Εἰσῆλθεν οὖν εἰς τὴν Αἴγυπτον ὁ πάλαι τὸ ὕδωρ φοινίξας, καὶ ἐποίησε τὰ ῥεῖθρα τοῦ ποταμοῦ σωτηρίας γεννητικὰ, τὸ ἐναγὲς αὐτῶν καὶ βέβηλον δυνάμει καθαρίσας τοῦ Πνεύματος. Ἐκακώθησαν οἱ Αἰγύπτιοι, καὶ μανέντες ἠρνοῦντο τὸν Θεόν. Εἰσῆλθεν οὖν εἰς τὴν Αἴγυπτον, καὶ γνώσεως Θεοῦ ψυχὰς θεοφιλεῖς ἐπλήρωσε· τῷ ποταμῷ δὲ παρέσχε μάρτυρας τρέφειν σταχύων εὐφορωτέρους. Ἀλλὰ διὰ τὸ στενὸν τοῦ καιροῦ ἐνταῦθα βούλομαι καταπαῦσαι τὸν λόγον· ὧδε δὲ καταπαύσω, τὸν λόγον πληρώσας, ὅτι πῶς Λόγος ὢν ἀπαθὴς, σὰρξ ἐγένετο, ἀμεταβλήτου μενούσης τῆς φύσεως. Τί δὲ εἴπω, ἢ τί λαλήσω; Τέκτονα καὶ φάτνην ὁρῶ, καὶ βρέφος, καὶ σπάργανα, λοχὸν παρθένου τῶν χρειῶν ἔρημον, ὅλα πτωχείας ἐχόμενα, ὅλα πενίας γέμοντα.

Εἶδες πλοῦτον ἐν πενίᾳ πολλῇ; πῶς πλούσιος ὢν δι' ἡμᾶς ἐπτώχευσε; πῶς οὔτε κλίνην, οὔτε στρωμνὴν εἶχεν, ἀλλ' ἐπὶ ξηρᾶς ἔῤῥιπτο φάτνης; Ὦ πενία πλούτου πηγή! ὦ πλοῦτε ἄμετρε, πενίας πρόσχημα φέρων! Ἐν φάτνῃ κεῖται, καὶ τὴν οἰκουμένην σαλεύει· ἐν σπαργάνοις ἐμπλέκεται, καὶ τὰ τῆς ἁμαρτίας διαῤῥήσσει δεσμά· οὔπω ἔναρθρον ἔῤῥηξε φωνὴν, καὶ τοὺς μάγους ἐδίδαξε, καὶ ἐκίνησε πρὸς ἐπιστροφήν. Τί εἴπω, ἢ τί λαλήσω; Ἰδοὺ βρέφος σπαργάνοις ἐμπλέκεται, καὶ ἐν φάτνῃ κεῖται· πάρεστι δὲ καὶ Μαρία παρθένος οὖσα καὶ μήτηρ· παρῆν δὲ καὶ Ἰωσὴφ ὀνομαζόμενος πατήρ. Οὗτος ἀνὴρ λέγεται, ἐκείνη γυνὴ προσαγορεύεται· ὀνόματα ἔννομα συζυγίας ἔρημα. Μέχρι ῥημάτων νόησαί μοι, ἀλλ' οὐ μέχρι πραγμάτων. Μόνον οὗτος ἐμνηστεύσατο, καὶ Πνεῦμα ἅγιον αὐτῇ ἐπεσκίασεν. Ὅθεν ἀπορῶν ὁ Ἰωσὴφ οὐκ ᾔδει τί καλέσει τὸ βρέφος. Ἐκ μοιχείας αὐτὸς εἰπεῖν οὐκ ἐτόλμα, κατὰ τῆς παρθένου βλάσφημον καταχέειν λόγον οὐκ ἠδύνατο, τέκνον αὐτὸ εἰπεῖν ἴδιον οὐκ ἠνείχετο· ᾔδει γὰρ καλῶς, ὅτι οὐκ ἔγνω πῶς ἢ πόθεν ἐτέχθη τὸ βρέφος· ὅθεν ἀποροῦντι αὐτῷ πρὸς τὸ πρᾶγμα χρησμὸς οὐρανόθεν διὰ τῆς τοῦ ἀγγέλου φωνῆς ἐπεφέρετο, ὅτι Μὴ φοβοῦ, Ἰωσήφ· τὸ γὰρ γεννώμενον ἐξ αὐτῆς ἐκ Πνεύματός ἐστιν ἁγίου. Πνεῦμα γὰρ ἅγιον ἐπεσκίασεν τῇ παρθένῳ. ∆ιὰ τί δὲ ἐκ παρθένου τίκτεται, καὶ τὴν παρθενίαν ἀζήμιον τηρεῖ; Ὅτι πάλαι παρθένον οὖσαν τὴν Εὔαν ἠπάτησεν ὁ διάβολος, διὰ τοῦτο παρθένον οὖσαν τὴν Μαριὰμ ὁ Γαβριὴλ εὐηγγελίσατο. Ἀλλ' ἀπατηθεῖσα μὲν ἡ Εὔα ῥῆμα ἔτεκε θανάτου αἴτιον· εὐαγγελισθεῖσα δὲ ἡ Μαρία Λόγον ἐν σαρκὶ ἐγέννησε, ζωῆς αἰωνίου ἡμῖν πρόξενον. Τὸ ῥῆμα τῆς Εὔας ξύλον ἔδειξε, δι' οὖ τὸν Ἀδὰμ ἐκ τοῦ 56.393 παραδείσου ἐξέωσεν· ὁ Λόγος δὲ ὁ ἐκ τῆς Παρθένου τὸν