1

 2

 3

 4

 5

 6

6

σταυρὸν ἔδειξε, δι' οὗ τὸν λῃστὴν εἰς πρόσωπον τοῦ Ἀδὰμ εἰς τὸν παράδεισον εἰσήγαγεν.

Ἐπειδὴ γὰρ οὐκ ἐπίστευον Ἕλληνες, οὐκ Ἰουδαῖοι, οὐχ αἱρετικῶν παῖδες, ὅτι ὁ Θεὸς ἀῤῥεύστως καὶ ἀπαθῶς ἐγέννησε, διὰ τοῦτο σήμερον ἐκ παθητοῦ σώματος προελθὼν, ἀπαθὲς τὸ παθητὸν διετήρησε σῶμα, ἵνα δείξῃ, ὅτι ὥσπερ ἐκ τῆς παρθένου τεχθεὶς τὴν παρθενίαν οὐκ ἔλυσεν, οὕτω καὶ ὁ Θεὸς ἀῤῥεύστου καὶ 56.394 ἀναλλοιώτου μενούσης τῆς ἁγίας οὐσίας, ὡς Θεὸς Θεὸν θεοπρεπῶς ἐγέννησεν. Ἐπειδὴ γὰρ καταλιπόντες αὐτὸν οἱ ἄνθρωποι ἀνθρωπόμορφα ἔγλυφον ξόανα, οἷς καὶ ἐλάτρευον ἐφ' ὕβρει τοῦ κτίσαντος, διὰ τοῦτο σήμερον ὁ τοῦ Θεοῦ Λόγος, Θεὸς ὢν, ἐν μορφῇ ἀνθρώπου ὤφθη, ἵνα καὶ τὸ ψεῦδος λύσῃ, καὶ λανθανόντως εἰς ἑαυτὸν τὴν λατρείαν ἀπενέγκηται. Τούτῳ οὖν τῷ ἐξ ἀπόρων πόρον ἐργασαμένῳ Χριστῷ δόξαν ἀναπέμψωμεν σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.