1

 2

 3

2

πλοῦτον ὀλίγων χρημάτων προϊέμενος. Συγχώρησόν μοι τῷ τῆς ζημίας καὶ τῆς ἀπωλείας ἐμπόρῳ, συγχώρησόν μοι τῷ παρὰ τοῦ χρυσοῦ κλαπέντι τὸν λογισμόν· σύγγνωθι τῷ παρὰ τῶν Φαρισαίων ἐξαπατηθέντι κακῶς. Τούτων μὲν τῶν ῥημάτων οὐκ εἶπεν οὐδὲν, οὔτε ἐνενόησεν, διὰ δὲ ταχυτέρας φωνῆς ἐδήλου τὴν τῆς ψυχῆς ἰταμότητα βοῶν· Μήτι ἐγώ εἰμι, Κύριε; Ὢ γλώττης ἀναιδοῦς! ὢ ψυχῆς ἀτεράμονος! Ὡς ἀγνοῶν ἐρωτᾷ περὶ ὧν ἡ μελέτη, καὶ λανθάνειν ἐνόμιζεν τὸν ἀκοίμητον ὀφθαλ- μόν. Ἐπὶ τῆς ψυχῆς τὸν δόλον ἐβάσταζεν, καὶ διὰ 50.718 τῆς γλώττης τὸν τῆς ἀγνοίας λόγον προέφερεν· τῇ διανοίᾳ τὴν προδοσίαν κατειργάσατο, καὶ τῷ στόματι, ὡς ἐνόμισε, τὴν ἁμαρτίαν ἔκρυπτεν.

Τοῖς ῥήμασιν ὁμοίως τοῖς ἄλλοις μαθηταῖς ἐχρήσατο, ὁμοίῳ τρόπῳ μὴ χρώμενος· λύκος ὢν τῇ γνώμῃ, ἀπεκρίνατο τῇ τῶν προβάτων φωνῇ. Τί οὖν πρὸς αὐτὸν ὁ Σωτήρ; Σὺ εἶπας. Μακροθύμῳ φωνῇ διήλεγξεν τοῦ πονηροῦ τὴν σκηνήν. Ἠδύνατο μὲν γὰρ εἰπεῖν πρὸς αὐτόν· Τί λέγεις, βδελυρὲ καὶ πονηρέ; τί λέγεις, δοῦλε χρημάτων καὶ τοῦ διαβόλου γνήσιε κοινωνέ; τολμᾷς ἄγνοιαν ὑποκρίνεσθαι; τολμᾷς κρύπτειν τὰ κρύπτεσθαι μὴ δυνάμενα; μὴ γὰρ οὐ παρήμην κακουργοῦντί σοι τῇ θεότητι; μὴ γὰρ οὐκ εἶδόν σε τῷ τῆς θεότητος ὀφθαλ-μῷ προσιόντα τοῖς ἀρχιερεῦσιν; μὴ γὰρ οὐκ ἤκουον ἀπὼν λέγοντός σου, Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; μὴ γὰρ οὐκ οἶδα καὶ πόσου πέπρακας; Τί οὖν; μετὰ τὸν ἔλεγχον οὕτως ἀναισχυντεῖς; τί σκέπειν φιλονεικεῖς ἃ βούλει πράττειν; ἐμοὶ γυμνὰ τὰ πάντα. Οὕτως ἀποκριθῆναι δυνάμενος ὁ Χριστὸς οὐχ οὕτως ἐφθέγξατο, ἀλλ' ἁπλῶς καὶ ἀνεξικάκως καὶ πράως· Σὺ εἶπας· διδάσκων ἡμᾶς τοῖς ἐχθροῖς ἡμῶν οὕτω προσφέρεσθαι.

Ὅμως, μετὰ τοσαύτην περιοδείαν, ἔμεινεν Ἰούδας νοσῶν, ἀλλ' οὐ παρὰ τὴν τοῦ ἰατροῦ ἀμέλειαν, ἀλλὰ παρὰ τὴν τοῦ κάμνοντος. Ὁ μὲν γὰρ προσήγαγε πάντα τὰ τῆς σωτηρίας φάρμακα, ὁ δὲ ταῦτα οὐκ ἠθέλησε δέξασθαι, ἀλλὰ μόνην τὴν φιλαργυρίαν εἰδὼς, ἠγάπησε μᾶλλον τὸν χρυσὸν ἢ τὸν Χριστὸν, καὶ γέγονε περὶ τοὺς μισθωσαμένους εὔνους τε καὶ πιστός. Καὶ προσελθὼν Ἰούδας εἶπε τῷ Χριστῷ· Χαῖρε, Ῥαββὶ, καὶ κατεφίλησεν αὐτόν. Ξένος οὗτος προδοσίας τρόπος, ἀπὸ φιλήματος καὶ προσηγορίας ἐρχόμενος. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἑταῖρε, ἐφ' ᾧ πάρει; τί μοι χαίρειν ἐπιτάττεις, λυπεῖν προαιρούμενος; τί τῷ ῥήματι θεραπεύεις, πλήττων τῷ πράγματι; καλεῖς διδάσκαλον, μὴ ὢν μαθητής; τί παρατιτρώσκεις τῆς ἀγάπης τὰ δίκαια; τί σημεῖον προδοσίας ποιεῖς τῆς εἰρήνης τὸ σύμβολον; τίνα μιμησάμενος τοῦτο πεποίηκας; Οὕτως εἶδες πρώην τὴν πόρνην φιλοῦσάν μου τοὺς πόδας; οὕτως ἐθεάσω γονυπετοῦντα τὸν ἑκατόνταρχον; οὕτως εἶδες τοὺς δαίμονας ὑποπίπτοντας; Οἶδα τίς σου τοῦ δολεροῦ φιλήματος ὑπέδειξε τὴν ὁδόν· ὁ διάβολος τῆς περιπτύξεως ταύτης τὸν τρόπον ὑπέθετό σοι, σὺ δὲ κακῷ συμβούλῳ πεισθεὶς, ἐκείνου τὸ βούλημα πληροῖς. Ἑταῖρε, ἐφ' ᾧ πάρει; πλήρωσον τὰς κακὰς συνθήκας ἃς πρὸς τοὺς Φαρισαίους πεποίησαι· συντέλεσον τὸ γραμματεῖον τῆς πράσεως· ὑπόγραψον ὅπερ ὑπηγόρευσας· παράδος τὸν παραδο-θῆναι βουλόμενον· κτῆσαι λοιπὸν μετὰ τοῦ γλωσσοκόμου καὶ τὸ τῆς ἀδικίας βαλάντιον· ὑποχώρησον τῷ λῃστῇ μέλλοντι διὰ τῆς ὁμολογίας λαμβάνειν τὴν τά-ξιν, ἥν σοι διὰ προδοσίας ἀπώλεσας. Τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν, καὶ ἐκράτησαν αὐτόν. Καὶ τὸ προφητικὸν ἐκεῖνο λόγιον πέρας ἐλάμβανεν· Ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον, καὶ ἐξεκαύθησαν ὡς πῦρ ἐν ἀκάνθαις· καὶ πάλιν, Ἐκύκλωσάν με κύνες πολλοὶ, ταῦροι πίονες περιέσχον με.

Ἀλλ' ὢ τῆς ἀνεξικακίας τῆς μόνῳ πρεπούσης αὐτῷ! ἐν οὐρανῷ τὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ μὴ τολμῶντα προσβλέπειν τὴν ὑπερβάλλουσαν δόξαν, αὐτῶν ταῖς πτέρυξι καθάπερ χερσὶ καλύπτει τὰ πρόσωπα, καὶ ἐπὶ τῆς γῆς τῆς σαρκὸς αὐτοῦ κατεχομένης ὑπὸ χειρῶν ἀνόμων, ἠνείχετο. Εἴδετε ποίου μακροθύμου καὶ