1

 2

 3

3

φιλανθρώπου ∆εσπότου καθεστήκατε δοῦλοι; Γίνεσθε οὖν τοιοῦτοι περὶ τοὺς 50.719 ἐχθροὺς τοὺς συνδούλους ὑμῶν, οἷον ἐθεάσασθε περὶ τοὺς πολεμίους γεγενημένον τὸν Κύριον.

Μέλλετε γὰρ καὶ ὑμεῖς ἐπὶ δεῖπνον συγκαλεῖσθαι πνευματικόν· μέλλετε συνανακλίνεσθαι τῷ ∆εσπότῃ· μήτις Ἰούδας τὸν τρόπον ἐν ὑμῖν εὑρεθῇ· πάντες μετὰ γαλήνης 50.720 καὶ εἰρήνης προσέλθητε, πάντες μετὰ καθαροῦ συνειδότος τῷ Σωτῆρι προσδράμωμεν. Οὗτος γάρ ἐστι νηστεία τῶν πιστῶν καὶ ἑστίασις, οὗτος ὑπάρχει τροφεὺς καὶ τροφὴ, οὗτος ὑπάρχει ποιμὴν καὶ ἀμνός. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.