1

 2

 3

 4

2

μέγας, ὅτε, ὅπερ ἐκεῖνος ἀνάγκῃ, αὐτὸς προθέσει μετέρχῃ. Εἰ δὲ τούτοις οὐ πείθῃ, ἄκουε τῆς Γραφῆς· Κύριος ὑπερηφά νοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Εἰ δὲ καὶ τούτων καταφρονεῖς, καταφρονηθήσῃ ὑπὸ τοῦ Θεοῦ· τότε μέλλει τῆς ἀναισθησίας ἡ οἴησις, εἰς μετάρσιον ὕψωμα ἀναγαγεῖν σε βουλομένη, μεγάλως σε ἐπαίρειν, ἵνα μειζόνως σε κατενέγκῃ.

Τί γάρ ἐστι πλοῦτος; Ὕλη μεταπηδῶσα ἀφ' ἑτέρου πρὸς ἕτερον· τοῦ γὰρ θανάτου ἐπεισελθόντος, οὗτος μὲν ἀφίσταταί σου, τὰ δὲ ἐξ αὐτῶν κακὰ οὐδέποτέ σου ἀφίστανται. Βλέπε, μὴ ὑπερηφανεύου γῆ καὶ σποδὸς ὑπάρχων, καὶ ἐμπέσῃς εἰς τὸ πτῶμα τοῦ Φαρισαίου· ἐπίγνωθι σεαυ τόν· τοῦτο γὰρ καὶ ὁ Κύριος παρεγγυᾷ λέγων διὰ τῆς παραβολῆς· Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος, καὶ ὁ ἕτερος τελώ νης. Ἄνθρωποι δύο ἀνέβησαν, ἀλλ' οὐκ ἄνθρωποι δύο κατέβησαν, τὴν αὐτὴν ὁδὸν διανύοντες ἀπλανῶς. Καὶ ὁ Φαρισαῖος ταύτης διεσφάλη φανερῶς. Ἐπὶ τὸν ἕνα τόπον εἰσῆλθον προσεύξασθαι, καὶ οὐκ εἰς τὸν ἕνα τόπον ἐξελθόντες εὑρέθησαν. Ὁ μὲν Φαρισαῖος ἔτρεχε θαῤῥῶν, ὁ δὲ τελώνης ἀπῄει δειλιῶν· καὶ ὁ μὲν τρέχων ἀπέμει νεν, ὁ δὲ ὀπίσω προέλαβεν. Ἔτρεχεν ὁ Φαρισαῖος ἐξαγ γεῖλαι τὰ δικαιώματα· ἔσπευδε καὶ ὁ τελώνης ἀναγγεῖ λαι τὰ παραπτώματα. Ἀνῆλθον προσεύξασθαι· καὶ ὁ μὲν ὡράθη φυσιούμενος, ὁ δὲ ἐδείχθη προσευχόμενος. Τοιαῦτα γὰρ ἑαυτὸν ἐνομοθέτει ὁ Φαρισαῖος λέγων· Οὐκ εἰμὶ χρεώστης τῆς παραγγελίας τοῦ νόμου· οὐχ ὑπάρχω ὑπεύθυνος ὧν παρήγγειλαν οἱ προφῆται· οὐ χρῄζω τῆς διδαχῆς Μωϋσέως, ἧς οὐδὲν τούτων δι ήμαρτον· ἀλλ' ἄνειμι προσεύξασθαι, τῆς συνηθείας τὸ χρέος ἀποδιδοὺς, ὅπερ οἱ πρόγονοί μου ἐπετέλουν. Τί οὖν, ὦ Φαρισαῖε, τῶν προγόνων ἕνεκεν τὸ ἱερὸν προσ κυνεῖς, προσευχῆς δὲ χάριν τὸ ἱερὸν οὐχ ὁρᾷς; Οἱ πρόγονοί σου πιστῶς ἐπετέλουν τὴν εὐχαριστίαν, σὺ δὲ θριαμβεύεις τὴν εὐχαριστίαν, ἵνα ὑπὸ ἀνθρώπων δοξασθῇ σου ἡ θυσία· καὶ γίνεται ἐπὶ σοὶ τὸ τοῦ ∆αυῒδ ῥητόν· Γενηθήτω ἡ προσευχὴ αὐτοῦ εἰς ἁμαρτίαν, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος, τουτέστιν, ὁ τελώνης. Τὰ δὲ τοῦ τελώνου ποῖα; Ἀπῄει εἰς τὸ ἱερὸν ἑαυτὸν κατακρίνων, ἀνάξιον ὀνομάζων ἑαυτὸν προσευ χῆς. Ἀνάξιον ἑαυτὸν ἐπεκαλέσατο· διὸ καὶ ὁ Χριστὸς τὴν πρόθεσιν αὐτοῦ ἀπεδέξατο. Ἔλεγεν ἑαυτὸν τῇ ἁμαρτίᾳ κατάχρεων, ἀλλ' ἔδειξεν αὐτὸν τῆς δικαιο σύνης ὁ Χριστὸς ὑπεύθυνον· ἐχαρίσατο τῶν πεπλημμελημένων αὐτῷ τὴν ἄφεσιν, καὶ ἀντηγόρασε τὴν πρόθεσιν· ἠλευθέρωσε τῆς ἁμαρτίας, ἵνα δουλώσῃ τῇ δικαιοσύνῃ. Ὢ δουλεία, δι' ἧς ἀποφεύγομεν δουλείαν πονηρὰν, καὶ προσφεύγομεν τῇ ἐλευθερίᾳ τοῦ Χριστοῦ! ὢ δουλεία, ἐλαφρὸν ζυγὸν παρέχουσα, καὶ μετὰ ταύτην αἰώνιον ζωὴν ἔχουσα καὶ ἀποδιδοῦσα! ὢ δουλεία, ἡ ἐν τῷ κόσμῳ τούτῳ δουλεία λεγομένη, ἐν δὲ τῷ μέλλοντι βασιλείαν ἀτελεύτητον δωρουμένη!

Ταύτῃ τῇ δουλείᾳ προσδράμωμεν, ἀδελφοὶ, ἵνα τὴν ἐλευ θερίαν καρπωσώμεθα τῶν ψυχῶν. Ὅταν γένηταί τις ἀγαθὸς δοῦλος, τότε τοῦτον ἀναδείκνυσιν ὁ Κύ ριος υἱὸν γνήσιον, τότε πληροῖ τὸ ῥητὸν διὰ τοῦ Προφήτου ἐπ' αὐτόν· Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες. Μακάριοι οἱ καταξιούμενοι τῆς τοιαύτης τιμῆς! μακάριοι οἱ σπουδάσαντες ἀπαλ λαγῆναι τῆς φθορᾶς! μακάριοι οἱ διὰ ταύτης τῆς δουλείας κτησάμενοι τὴν ἐλευθερίαν, καὶ κράζοντες τῇ ἐλευθερίᾳ, ᾗ Χριστὸς ἡμᾶς ἐξηγόρασεν, ἱστάμεθα ἔχοντες τὸν σταυρὸν ἀντερείδοντα τοῦ Χριστοῦ! Κρά ζωμεν τῷ Χριστῷ· Λόγισαι ἡμᾶς, ὁ Ποιμὴν ὁ καλὸς, ὡς ἓν τῶν προβάτων ἀπολωλότων· ζήτησον ἡμᾶς 62.726 ἐν ταῖς διανοίαις τῶν καρδιῶν ἡμῶν, καὶ εὑρὼν πλανωμένους ἡμᾶς καὶ μέλλοντας ἁλίσκεσθαι ὑπὸ τοῦ ἐχθροῦ, συνάγαγε εἰς τὴν ποίμνην σου. Λόγισαι ἡμᾶς δραχμὴν μίαν, καὶ ἅψας τῷ πυρὶ τῆς σῆς θεότητος ἐρεύνησον, καὶ εὑρὼν συγχάρηθι τοῖς ἁγίοις καὶ τοῖς ἀγγέλοις συναυλιζομένοις τῇ ἀχράντῳ σου θεότητι· ἀνάδειξον ἡμᾶς ὡς τὸν τελώνην, ἵνα προσευχόμενοι ταπεινοφροσύνην ἀσπασώμεθα, ὑπερηφανίαν δὲ ἀπο στρεφώμεθα, καὶ τὴν τῆς