1

 2

 3

 4

3

ἁμαρτίας μητέρα ἀποδυ σώμεθα τὴν ὑψηλοφροσύνην, καὶ τὴν τῆς μετανοίας μητέρα περιπλεξώμεθα τὴν σωφροσύνην.

Ἀποβαλώ μεθα τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ περιβαλώμεθα τὸν νέον σὺν ταῖς πράξεσιν αὐτοῦ καὶ τῇ χάριτι αὐτοῦ· στενάξωμεν ἐκ βάθους καρδίας προσευχόμενοι, ἵνα διώξωμεν τὸ βάθος τῆς καμίνου τῆς γεέννης τὸν ἐχθρὸν ἡμῶν. Σοῦ γὰρ στενάξαντος, ἐκεῖνος πλήττεται· σοῦ τὸ στῆθος πλήττοντος, ἐκεῖνος τραυματίζεται· σοῦ τὰς πληγὰς λαμβάνοντος ἐκεῖ νος τὰς σφαγὰς ὑποδέχεται. Καὶ γὰρ ὁ τελώνης πλήττων τὸ στῆθος τὸν Φαρισαῖον ἀντέπληξε, καὶ τὸν ἐν αὐτῷ λογισμὸν τὸν ἐνεργοῦντα τῆς ὑπερηφανίας τὸν τῦφον ἤλεγξεν. Ὁ γὰρ Φαρισαῖος σταθεὶς καθ' ἑαυτὸν προσηύχετο λέγων· Ὁ Θεὸς, εὐχαριστῶ σοι, ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδι κοι, μοιχοὶ, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· νηστεύω δὶς τοῦ Σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι.

Ὦ Φαρισαῖε, ἐκένωσάς σου τὸν μισθὸν διὰ τῆς καυχή σεως! διὰ τοῦτο ἐδέξω ψῆφον κατακρίσεως. Λέγεις· Οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων. Ἄνθρωπος μὲν ἦν κατὰ τὴν φύσιν καὶ τὴν τοῦ Θεοῦ διάπλασιν, ἄλογον δὲ κατὰ τὴν τῆς ὑπερηφανίας μετάληψιν· ἄν θρωπος μὲν ὡς ἔχων τὸ κατ' εἰκόνα, θηρίον δὲ ὡς κεκτημένος τὴν ἀλαζονείαν. Ἔξω γὰρ ἑαυτὸν διέθετο τῆς τῶν ἀνθρώπων φύσεως, ἄλλην δημιουργίαν τῷ ἑαυτοῦ σώματι ἐνομοθέτησεν, ὑψηλότερον τῶν γηΐνων πραγμάτων εἶναι ἑαυτὸν ἐχρημάτιζε, μείζονα παντὸς προφήτου καὶ πατριάρχου ἑαυτὸν ὑπέλαβεν. Ἄρα οὐκ ἐμνήσθης, ὦ Φαρισαῖε, τῆς τοῦ Ἠλία καυχήσεως ταὐτὰ καυχωμένου, καίτοι οὐκ ἐξ οἰήσεως, ἀλλ' ὑπὸ θείου ζήλου, ὅτε εἶπε· Κύριε, τοὺς προφήτας σου ἀπέκτει ναν, καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος; Καὶ τί πρὸς αὐτὸν ὁ χρηματι σμός; Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῷ Βαάλ.

Τί οὖν; πάντων παρανομησάντων, ἑπτακισχίλιοι ἦσαν οἱ τὸν θεῖον ζῆ λον ἔχοντες, καὶ τῷ προφήτῃ συνεξισούμενοι, καὶ σὺ βοᾷς, Οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρ παγες, ἄδικοι, μοιχοί; ἆρα οὐδεὶς διέφυγεν εἰς τὴν ὑπ' οὐρανὸν τῆς πλεονεξίας τὸ μύσος; ἆρα οὐδεὶς σω φροσύνην ἀσπάζεται, Φαρισαῖε; Ἑαυτὸν κατακρίνεις, ὁ ὑπὸ πάντων κατακρινόμενος· καθ' ἑαυτοῦ δοκιμάζεις, ὁ ὑπὸ τοῦ Θεοῦ ἀποδοκιμαζόμενος· ἑαυτὸν στεφανοῖς διὰ τῆς καυχήσεως, ἀλλὰ ἀπώλεσάς σου τὸν στέφανον διὰ τῆς κατακρίσεως· ἑαυτὸν ἐπαινεῖς ὡς ἀναμάρτητον, ἀλλὰ τῆς ἁμαρτίας ἐδείχθης ὑπεύθυνος· ἑαυτὸν στηλι τεύεις ὡς τὸν νόμον πληρώσαντα, ἀλλ' ἁψάμενος τοῦ νόμου τὸν νομοθέτην ἐνύβρισας. Ἔκραξας ἐπὶ πάντων σου τὰ κατορθώματα· μετέβαλες αὐτὰ εἰς παραπτώ ματα. Ὁ τελώνης τῇ σιωπῇ βοήσας, τὸν Θεὸν Λόγον ἐδυσώπησεν, ὃν σὺ κράζων κατὰ σεαυτοῦ παρώξυνας. Οὐκ ἐνετράπης λέγων· Οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοὶ, ἢ καὶ ὡς ὁ τε λώνης, ὁ ταῖς ἁμαρτίαις μεμιαμμένος, ὁ ταῖς ἀσω τίαις ἐμπεφυρμένος, ὁ τὸν ἱερὸν τόπον κοινώσας τῇ εἰσόδῳ, ὁ ἀναξίως σὺν ἐμοὶ προσευχόμενος, ὁ πάσης ἀνομίας ἐργάτης. Ἀρκεῖ δὲ τὸ ὄνομα πρὸς μαρτυρίαν τῆς ἑαυτοῦ καταστάσεως· ὑπάρχει γὰρ τελώνης, τελῶν τῇ ἁμαρτίᾳ τὰ τῆς πονηρίας ἔργα.

Ταῦτα εἰ καὶ μὴ αὐ ταῖς ταῖς λέξεσιν ἐν τοῖς ἀχράντοις Εὐαγγελίοις ἐγγέ γραπται, ἀλλ' οὖν γε ὁ σκοπὸς τῆς ὑπερηφανίας τοῦ τον ἀποσώζει τὸν τρόπον. Ὦ Φαρισαῖε, σὺ μὲν ἀπευ δόκησας τὰ τοῦ τελώνου, ὁ δὲ Χριστὸς ηὐδόκησεν ἐν τῷ τελώνῃ· σὺ κατὰ σεαυτοῦ ἐκεῖνον ἐξουδένωσας, ὁ δὲ Χριστὸς αὐτὸν ἐπὶ πάντων ἐστεφάνωσεν. Ἠρέσθη Χριστὸς σὺν τῇ μετανοίᾳ τοῦ τελώνου θεωρήσας αἰσχύνην συμπεπλεγμένην ἐν αὐτῷ, καὶ στεναγμὸν ἐκ βάθους καρδίας εἰς οὐρανὸν εὐθέως ἀναπεμπόμενον, καὶ βαδί ζοντα δάκρυα· ἠρέσθη Χριστὸς, μᾶλλον ᾐδέσθη τὸν τελώνην, τῇ αἰσχύνῃ τὴν αἰσχύνην ἀποτιναξάμενον. Καλῶς ἡρμόσατο ἑαυτῷ ὁ