1

 2

 3

2

∆ιὰ τοῦτο καὶ ἡνίκα τίκτεσθαι ἔμελλεν, οὐκ ἐπεζήτησε λαμπρὰν οἰκίαν οὐδὲ μητέρα πλουσίαν καὶ περιφανῆ ἀλλὰ πτωχὴν καὶ μνηστῆρα τέκτονα ἔχουσαν. Καὶ ἐν καλύβῃ γεννᾶται καὶ ἐν φάτνῃ τίθεται καὶ μαθητὰς ἐκλέγων οὐ ῥήτορας καὶ σοφοὺς οὐδὲ εὐπόρους καὶ εὐγενεῖς ἀλλὰ πένητας καὶ ἐκ πενήτων καὶ πάντοθεν ἀσήμους ἐξέλεξε. Καὶ τράπεζαν παρατιθέμενος ποτὲ μὲν κριθίνους ἄρτους παρατίθεται ποτὲ δὲ πρὸς αὐτὸν τὸν και-ρὸν ἐξ ἀγορᾶς τοὺς μαθητὰς ὠνήσασθαι κελεύων. Καὶ στιβάδας ποιῶν ἀπὸ χόρτου καὶ ἱμάτια ἀμφιεννύμενος εὐτελῆ καὶ τῶν πολλῶν οὐδὲν διαφέροντα περιβάλλεται. Οἰκίαν δὲ οὐδὲ ἔσχεν, εἰ δὲ καὶ μεταβῆναι ἐκ τόπων ἔδει ὁδοιπορῶν ὡς καὶ κοπιᾶν καὶ καθήμενος οὐ θρόνου δεῖται οὐδὲ προσκεφαλαίου, ἀλλ' ἐπὶ τοῦ ἐδάφους ποτὲ μὲν ἐν τῷ ὄρει ποτὲ δὲ παρὰ τὴν πηγὴν καὶ οὐ παρὰ πηγὴν μόνον ἀλλὰ καὶ μόνος καὶ σαμαρείτιδι διαλέγεται.

Πάλιν λύπης μέτρα τιθείς, ἡνίκα θρηνῆσαι ἔδει, δακρύει ἠρέμα, πανταχοῦ κανόνας, ὅπερ ἔφην, καὶ ὅρους πηγνὺς μέχρι ποῦ προβαίνειν δεῖ καὶ περαιτέρω μηκέτι. ∆ιὰ δὴ τοῦτο καὶ νῦν, ἐπειδὴ συνέβαινέ τινας ἀσθενεστέρους ὄντας ὑποζυγίων δεῖσθαι, κἀνταῦθα μέτρον ἔθηκε δεικνύς, ὅτι οὐχ ἵππους οὐδὲ ἡμιόνους ζεύξαντας φέρεσθαι δεῖ, ἀλλ' ὄνῳ κεχρῆσθαι καὶ περαιτέρω μὴ προβαίνειν καὶ πανταχοῦ τῆς χρείας εἶναι. Ἴδωμεν καὶ τὴν προφητείαν τὴν διὰ τῶν ῥημάτων. Τίς οὖν ἡ προφητεία; ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πρᾷος καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον, οὐχ ἅρματα ἐλαύνων ὡς οἱ λοιποὶ βασιλεῖς, οὐ φόρους 312 ἀπαιτῶν, οὐ σοβῶν καὶ δορυφόρους περιάγων, ἀλλὰ πολλὴν ἐπιείκειαν κἀντεῦθεν ἐπιδεικνύμενος Ἐρώτησον τοίνυν τὸν Ἰουδαῖον ποῖος βασιλεὺς ἐπὶ ὄνου ὀχούμενος εἰσῆλθεν εἰς Ἱερουσαλήμ; ἀλλ' οὐκ ἂν ἔχοις εἰπεῖν, ἀλλ' ἢ τοῦτο μόνον· Ἐποίει δὲ ταῦτα, ὅπερ ἔφην, τὰ μέλλοντα προδηλῶν. Ἐνταῦθα γὰρ ἡ Ἐκκλησία δηλοῦται διὰ τοῦ πώλου καὶ ὁ λαὸς ὁ νέος καί ποτε ἀκάθαρτος μετὰ δὲ τὸ καθίσαι τὸν Ἰησοῦν καθαρὸς γενόμενος. Καὶ ὅρα διόλου τὴν εἰκόνα σωζομένην. Οἱ γὰρ μαθηταὶ λύουσι τὰ ὑποζύγια· διὰ γὰρ τῶν ἀποστόλων κἀκεῖνοι καὶ ἡμεῖς ἐκλήθημεν, διὰ τῶν ἀποστόλων προσήχθημεν.

Ἐπειδὴ δὲ καὶ ἡ ἡμετέρα εὐδοκίμησις ἐκείνους παρεζήλωσε, διὰ τοῦτο φαίνεται ὄνος ἀκολουθοῦσα τῷ πώλῳ. Μετὰ γὰρ τὸ καθίσαι τὸν Χριστὸν ἐπὶ τὰ ἔθνη, τότε ἥξουσι κἀκεῖνοι παραζηλοῦντες. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν· ὅτι πώρωσις ἀπὸ μέρους τοῦ Ἰσραὴλ γέγονεν ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, καὶ τότε πᾶς Ἰσραὴλ σωθήσεται. Ὅτι γὰρ προφητεία ἦν δῆλον ἐκ τῶν εἰρημένων· οὐ γὰρ ἂν ἐμέλησε τῷ προφήτῃ μετὰ τοσαύτης ἀκριβείας ὄνου τὴν ἡλικίαν εἰπεῖν, εἰ μὴ τοῦτο ἦν. Οὐ ταῦτα δὲ μόνον δηλοῦται διὰ τῶν εἰρημένων, ἀλλ' ὅτι καὶ μετ' εὐκολίας αὐτοὺς ἀξιοῦσιν οἱ ἀπόστολοι. Ὥσπερ γὰρ ἐνταῦθα οὐδεὶς ἀντεῖπεν εἰς τὸ κατασχεῖν, οὕτως οὐδὲ ἐπὶ τῶν ἐθνῶν οὐδεὶς ἠδυνήθη διακωλῦσαι τῶν κατεχόντων αὐτοὺς ἔμπροσθεν. Οὐ κάθηται δὲ ἐπὶ γυμνὸν τὸν πῶλον, ἀλλ' ἐπὶ τὰ ἱμάτια τῶν ἀποστόλων. Ἐπειδὴ γὰρ τὸν πῶλον ἔλαβον, ἅπαντα λοιπὸν προΐενται, καθὼς καὶ Παῦλος ἔλεγεν· ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ δαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν. Σκόπει δὲ τὸ εὐήνιον τοῦ πώλου, πῶς ἀδάμαστος ὢν καὶ χαλινοῦ ἄπειρος οὐκ ἐσκίρτησεν ἀλλ' εὐτάκτως ἐφέρετο, ὃ καὶ αὐτὸ προφητειῶν τις ἦν, δηλοῦσα τὸ καταπειθὲς τῶν ἐθνῶν καὶ τὴν ἀθρόαν εἰς εὐταξίαν μεταβολήν. Καὶ γὰρ πάντα τὸ ῥῆμα εἰργάσατο λέγον· λύσαντες ἀγάγετέ μοι· ὥστε τὰ ἄτακτα εὔτακτα καὶ τὰ ἀκάθαρτα γενέσθαι λοιπὸν καθαρά. Ἀλλ' ὅρα τὸ ταπεινὸν τῶν Ἰουδαίων. Το-σαῦτα θαύματα εἰργάσατο καὶ οὐδέποτε αὐτὸν οὕτως ἐξεπλάγησαν. Ἐπειδὴ δὲ εἶδον ὄχλον συντρέχοντα, τότε θαυμάζουσι.

Ἐσείσθη γὰρ πᾶσα ἡ πόλις λέγουσα. Τίς ἐστιν οὗτος, οἱ δὲ ὄχλοι ἔλεγον. Οὗτός ἐστιν ὁ προφήτης, ὁ ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας· καὶ ὅτε ἔδοξάν τι μέγα λαλεῖν, τότε χαμαίζηλος αὐτῶν ἡ γνώμη καὶ ταπεινὴ καὶ σεσυρμένη. 313 Ταῦτα δὲ