1

 2

 3

 4

 5

1

In sanctum Joannem praecursorem

ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΙΩΑΝΝΗΝ Τὸν Πρόδρομον.

50.801 αʹ. Ἰωάννου τοῦ Βαπτιστοῦ πανήγυριν ἄγωμεν· πόθῳ στεφανώσωμεν

τοῦτον, οὗ μείζων ἐν γεννητοῖς γυ ναικῶν οὐκ ἐγήγερται, κατὰ τὴν τοῦ ∆εσπότου φω νήν. Οὐδὲν γὰρ οὕτω τὸν προφήτην ἐσέμνυνεν, ὡς τὸ βαπτίσαι τὸν Κύριον. Ἴωμεν τοίνυν ἐπὶ τὸ ∆εσποτι κὸν βάπτισμα, τὸ μάλιστα λαμπρῦναν τὸν πρόδρομον τοῦ βασιλέως τῶν οὐρανῶν· καὶ διαγενώμεθα πόθῳ τῶν τῆς Ἰουδαίας τόπων ἐντὸς, ἐξ ὧν ἐκαρπωσάμεθα τὴν πρόσοδον τῶν ἀγαθῶν· μᾶλλον δὲ γράψωμεν τῷ λόγῳ τὰ πράγματα, καὶ τῶν ἀνεγνωσμένων ἐνταῦθα τρυγήσωμεν τὸν καρπόν. Ὑποθώμεθα τὸν Ἰορδάνην ἐκεῖνον, τὸν ὑποδεξάμενον τὸν ἑαυτοῦ δημιουργὸν παραγενόμενον ἐν σαρκὶ, ῥέειν διὰ μέσου ἡμῶν· καὶ νομίσωμεν Ἰωάννην τὸν Βαπτιστὴν ἐφιστάναι τοῖς χείλεσι τοῦ ποταμοῦ, καὶ θεασώμεθα τὸν ∆εσπότην Χριστὸν προσερχόμενον τῷ οἰκείῳ θεράποντι, καὶ βαπτιζόμενον ὑπ' αὐτοῦ, καὶ δακτυλοδεικτούμενον ὑπ' αὐτοῦ οὐρανόθεν τῇ τοῦ Πνεύματος ἐπιπτήσει· καὶ προσκυνήσωμεν οἱ τῆς ὁμοουσίου Τριάδος προσ κυνηταὶ τὸν μαρτυρήσαντα Πατέρα, καὶ μαρτυρη θέντα Υἱὸν, καὶ μαρτυρῆσαν Πνεῦμα ἅγιον.

Ἀκολουθήσωμεν τῇ βίβλῳ τῶν Εὐαγγελίων ὁδηγούσῃ ἡμᾶς πρὸς τὰ ποθούμενα, καὶ ταῖς θείαις λέξεσιν ὡς ἴχνεσιν ἐπιβαίνοντες, ἐπιδράμωμεν ἐπὶ τὸ παν ηγυριζόμενον τῆς οἰκουμένης μυστήριον. Τότε παρα γίνεται, φησὶν, ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην, τοῦ βαπτισθῆναι ὑπ' αὐτοῦ. Πρὸς τὸν Ἰορδάνην ὁ ∆εσπότης ἀφ ίκετο· οὐδὲν γὰρ ἀκαίρως οὐδὲ ἀλόγως εἰργάσατο ὁ τῆς σοφίας θησαυρὸς, ἀλλ' ἕκαστον, ὧν δι' ἡμᾶς ᾠκο νόμησεν, εὐκαίρῳ καιρῷ διεπράξατο. Θεὸς γὰρ ὢν καὶ δημιουργὸς παντὸς χρόνου καὶ παντὸς διαστήμα τος, ἔπραξε τὸν χρόνον, καὶ ταῖς ἐκεῖ τότε συγκατα βάσεσιν ὡς ἄνθεσι κατέβαλε τῶν παρ' αὐτοῦ γεγενη μένων τὰς ἀφορμάς. Τότε παραγίνεται ὁ Ἰησοῦς. Τότε· πότε; Ὅτε πάντας τῆς ἡλικίας ἀνέδραμε τοὺς βαθμούς· ὅτε πᾶσαν τῆς φύσεως ἀνέβη τὴν κλίμακα· ὅτε τοῦ σώματος αὐτοῦ καὶ τῆς ψυχῆς ἡ τελειότης διέλαμψεν· ὅτε τριάκοντα περιόδοις ἐνιαυτῶν ἄνθρω πος τέλειος γενόμενος, ἀψευδῶς τότε τὸν Ἰορδάνην κατέλαβε, καὶ μετὰ τῶν ἁμαρτωλῶν ἀναμάρτητος προσῆλθε τῷ βαπτίσματι, καὶ τὴν ἑαυτοῦ κεφαλὴν ὑποκλίνας τῇ τούτου χειρὶ, τὸ βάπτισμα λαμβάνειν ἠπείγετο.

Ὁ δὲ Βαπτιστὴς Ἰωάννης καταμαθὼν ἀκριβῶς, ὃν ἐμεμαθήκει παρὰ τοῦ πατρὸς ἐκ τῆς μήτρας τῆς ἰδίας μητρὸς, εἶτα σὺν φόβῳ καὶ τρόμῳ πολλῷ τὴν αὑτοῦ δεξιὰν συστείλας ἀπὸ τῆς κεφαλῆς, Τί τοῦτο, φησὶν, ὦ ∆έσποτα; τί τοῦτο τὸ παράδοξον θαυματούργημα βούλεται; τί τῆς προόδου ταύτης τὸ ταπεινὸν τοῦτο καὶ πρᾶον θεώρημα; Ἐμοὶ τὴν κεφα λὴν ὑποκλίνεις, τῆς Ἐκκλησίας ἡ κεφαλή; ἐμοὶ τὴν κεφαλὴν ὑποκλίνεις, ὁ κλίνας τοὺς οὐρανοὺς, καὶ κατελ θὼν ἐπὶ γῆς, ἐμοὶ τὴν κεφαλὴν ὑποκλίνεις, ὁ κεκτη μένος κεφαλὴν τὸν Θεόν; ἐμοὶ τὴν κεφαλὴν ὑποκλίνεις, ἣν τὰ Χερουβεὶμ προσκυνεῖ; ἐμοὶ τὴν κεφαλὴν ὑπο κλίνεις, ἣν τὰ Σεραφεὶμ σέβει καὶ τρέμει; ἐμοὶ τὴν κεφαλὴν ὑποκλίνεις, ὁ τὸν Ἀδὰμ καὶ τὴν Εὔαν ἐν τῷ παραδείσῳ, καθάπερ ἐν θαλάμῳ, νυμφοστολήσας, καὶ ταῖς ἐκείνων κεφαλαῖς τῇ φωνῇ τὸν στέφανον ἐπι θεὶς, καὶ τῆς εὐπαιδίας τὴν εὐλογίαν προσθεὶς, καὶ εἰπὼν πρὸς αὐτούς· Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν; ὁ λόγῳ μεθοδεύων ἐξ ἐκεί νου τὴν φύσιν, τῆς φύσεως τὴν συγκρότησιν, ὁ στρα τεύσας κατὰ τοῦ θανάτου τὸν τόκον, ἵνα φυτεύῃ πλείο νας οὗτος, ὡς ἐκεῖνος κλαδεύῃ· ὁ τοῦ βίου