1

 2

 3

 4

 5

5

σμικρύνει· ὕβρις γὰρ παιδὸς ζημία πατρός· τοῦτον ὁ δεχόμενος, καὶ μὴ πολυπραγμονῶν, ἀλλὰ σέβων ἀπεριέργως, μακάριος. Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα. Οἱ ἁμαρτωλοὶ, δράμετε πρὸς τὸν αἴ ροντα τὴν ἁμαρτίαν τοῦ κόσμου· οἱ κατάκριτοι, κα ταλάβετε τὸν φιλάνθρωπον δικαστήν· οἱ νενεκρωμένοι ταῖς ἁμαρτίαις, σπεύσατε πρὸς τὴν πηγὴν τῆς ζωῆς. Ταῦτα τῆς τοῦ Βαπτιστοῦ πανηγύρεως κάλλιστα δῶρα· ταῦτα πάντα παρέσχεν ἡμῖν ὁ δι' ἡμᾶς ἐπι 50.805 φανεὶς ∆εσπότης Χριστὸς ὁ Θεὸς ἡμῶν· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος ἅμα σὺν τῷ Πατρὶ καὶ τῷ παναγίῳ καὶ 50.806 ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.