1

 2

 3

 4

2

τῆς πίστεως; Μὴ γὰρ ἀνθρωπίναις ψήφοις ἐνταῦθα ἤλθομεν; μὴ γὰρ ἄνθρωπος ἤγαγεν, ἵνα ἄνθρωπος καταλύσῃ; Ταῦτα λέγω οὐκ ἀπονοούμενος, μὴ γένοιτο, οὐδὲ ἀλαζονευόμενος, ἀλλὰ τὸ ὑμῶν σεσαλευμένον στηρίξαι βουλόμενος. Ἐπειδὴ ἔστη ἡ πόλις, Ἐκκλησίαν ὁ διάβολος ἠθέλησε σαλεῦσαι. Μιαρὲ καὶ παμμίαρε διάβολε, τοίχων οὐ περιεγένου, καὶ Ἐκκλησίαν προσδοκᾷς σαλεῦσαι; Μὴ γὰρ ἐν τοίχοις ἡ Ἐκκλησία; Ἐν τῷ πλήθει τῶν πιστῶν ἡ Ἐκκλησία. Ἰδοὺ πόσοι στῦλοι ἑδραῖοι, οὐ σιδήρῳ δεδεμένοι, ἀλλὰ πίστει ἐσφιγμένοι. Οὐ λέγω ὅτι τοσοῦτον πλῆθος πυρὸς σφοδρότερον· ἀλλ' οὔτε, εἰ εἷς ἦν, περιεγένου. Καὶ οἶδας, οἷά σοι τραύματα παρέσχον οἱ μάρτυρες. Εἰσῆλθε πολλάκις κόρη ἁπαλὴ ἀπειρόγαμος· κηροῦ ἦν ἁπαλωτέρα, καὶ πέτρας ἐγένετο στερεωτέρα.

Τὰς πλευρὰς αὐτῆς ἔξεες, καὶ τὴν πίστιν αὐτῆς οὐκ ἔλαβες. Ἠτόνησε τῆς σαρκὸς ἡ φύσις, καὶ οὐκ ἀπηγορεύθη τῆς πίστεως ἡ δύναμις· ἐδαπανᾶτο τὸ σῶμα, ἐνεανιεύετο τὸ φρόνημα· ἀνηλίσκετο δὲ ἡ οὐσία, καὶ ἔμενεν ἡ εὐλάβεια. Γυναικὸς οὐ περιεγένου μιᾶς, καὶ τοσούτου περιγενέσθαι δήμου προσδοκᾷς; Οὐκ ἀκούεις τοῦ Κυρίου λέγοντος, Ὅπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι εἰς τὸ ὄνομά μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν; Ὅπου τοσοῦτος δῆμος ἀγάπῃ ἐσφιγμένος, οὐ πάρεστιν; Ἔχω αὐτοῦ ἐνέχυρον· μὴ γὰρ οἰκείᾳ δυνάμει θαῤῥῶ; Γραμματεῖον αὐτοῦ κατέχω. Ἐκεῖνό μοι βακτηρία, ἐκεῖνό μοι ἀσφάλεια, ἐκεῖνό μοι λιμὴν 52.430 ἀκύμαντος. Κἂν ἡ οἰκουμένη ταράττηται, τὸ γραμματεῖον κατέχω· αὐτῷ (f. αὐτὸ) ἀναγινώσκω· τὰ γράμματα ἐκεῖνα τεῖχος ἐμοὶ καὶ ἀσφάλεια. Ποῖα ταῦτα; Ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Χριστὸς μετ' ἐμοῦ, καὶ τίνα φοβηθήσομαι; Κἂν κύματα κατ' ἐμοῦ διεγείρηται, κἂν πελάγη, κἂν ἀρχόντων θυμοί· ἐμοὶ ταῦτα πάντα ἀράχνης εὐτελέστερα. Καὶ εἰ μὴ διὰ τὴν ὑμετέραν ἀγάπην, οὐδὲ σήμερον ἂν παρῃτησάμην ἀπελθεῖν. Ἀεὶ γὰρ λέγω, Κύριε, τὸ σὸν θέλημα γενέσθω· μὴ ὅ τι ὁ δεῖνα, καὶ ὁ δεῖνα, ἀλλ' εἴ τι σὺ βούλει. Οὗτος ἐμοὶ πύργος, τοῦτο ἐμοὶ πέτρα ἀκίνητος· τοῦτο ἐμοὶ βακτηρία ἀπερίτρεπτος. Εἰ βούλεται ὁ Θεὸς τοῦτο γενέσθαι, γινέσθω. Εἰ βούλεται ἐνταῦθα εἶναί με, χάριν ἔχω. Ὅπου βούλεται, εὐχαριστῶ.

γʹ. Μηδεὶς ὑμᾶς θορυβείτω· ταῖς εὐχαῖς προσέχετε. Ταῦτα ἐποίησεν ὁ

διάβολος, ἵνα ἐκκόψῃ τὴν σπουδὴν τὴν περὶ τὰς λιτανείας. Ἀλλ' οὐ προχωρεῖ αὐτῷ· ἀλλὰ σπουδαιοτέρους ὑμᾶς καὶ θερμοτέρους εὑρήκαμεν. Αὔριον εἰς λιτανεῖον ἐξελεύσομαι μεθ' ὑμῶν. Ἢ ὅπου ἐγὼ, καὶ ὑμεῖς ἐκεῖ· ὅπου ὑμεῖς, ἐκεῖ κἀγώ· ἓν σῶμά ἐσμεν· οὐ σῶμα κεφαλῆς, οὐ κεφαλὴ σώματος χωρίζεται. ∆ιειργόμεθα τῷ τόπῳ, ἀλλ' ἡνώμεθα τῇ ἀγάπῃ· οὐδὲ θάνατος διακόψαι δυνήσεται. Κἂν γὰρ ἀποθάνῃ μου τὸ σῶμα, ζῇ ἡ ψυχὴ, καὶ μέμνηται τοῦ δήμου· ὑμεῖς ἐμοὶ πατέρες· πῶς ὑμῶν δύναμαι ἐπιλαθέσθαι; ὑμεῖς ἐμοὶ πατέρες, ὑμεῖς ἐμοὶ ζωὴ, ὑμεῖς ἐμοὶ εὐδοκίμησις. Ἐὰν ὑμεῖς προκόψητε, ἐγὼ εὐδοκιμῶ· ὥστε ἐμοὶ ζωὴ πλοῦτος ἐν τῷ ὑμετέρῳ κεῖται θησαυρῷ. Ἐγὼ μυριάκις ὑπὲρ ὑμῶν σφαγῆναι ἕτοιμος (καὶ οὐδεμίαν χάριν παρέχω, ἀλλὰ καὶ ὀφειλὴν ἀποδίδωμι· Ὁ γὰρ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων), καὶ σφαγῆναι μυριάκις, καὶ μυρίας κεφαλὰς ἀποτμηθῆναι. Ἐμοὶ ὁ θάνατος οὗτος ἀθανασίας ὑπόθεσις, ἐμοὶ αἱ ἐπιβουλαὶ αὗται ἀσφαλείας ἀφορμή. Μὴ γὰρ διὰ χρήματα ἐπιβουλεύομαι, ἵνα λυπηθῶ; μὴ γὰρ δι' ἁμαρτήματα, ἵνα ἀλγήσω; ∆ιὰ τὸν ἔρωτα τὸν περὶ ὑμᾶς· ἐπειδὴ πάντα ποιῶ, ὥστε ὑμᾶς ἐν ἀσφαλείᾳ μεῖναι, ὥστε μηδένα παρεισελθεῖν τῇ ποίμνῃ, ὥστε μεῖναι ἀκέραιον τὸ ποίμνιον. Ἡ ὑπόθεσις τῶν ἀγώνων ἀρκεῖ μοι εἰς στέφανον. Τί γὰρ ἂν πάθοιμι ὑπὲρ ὑμῶν; Ὑμεῖς ἐμοὶ πολῖται, ὑμεῖς ἐμοὶ πατέρες, ὑμεῖς ἐμοὶ ἀδελφοὶ, ὑμεῖς ἐμοὶ τέκνα, ὑμεῖς ἐμοὶ μέλη, ὑμεῖς ἐμοὶ σῶμα, ὑμεῖς ἐμοὶ φῶς, μᾶλλον δὲ καὶ τοῦ φωτὸς τούτου γλυκύτεροι. Τί γὰρ τοιοῦτον παρέχει μοι ἡ ἀκτῖνα οἷον ἡ ὑμετέρα ἀγάπη; Ἡ ἀκτῖνα ἐν τῷ παρόντι με βίῳ ὠφελεῖ, ἡ δὲ ὑμετέρα ἀγάπη στέφανόν μοι πλέκει ἐν τῷ