1

 2

 3

 4

3

μέλλοντι. Ταῦτα δὲ λέγω εἰς ὦτα ἀκουόντων· τί δὲ τῶν ὤτων ὑμῶν ἀκουστικώτερον; Τοσαύτας ἡμέρας ἠγρυπνήσατε, καὶ οὐδὲν ὑμᾶς ἔκαμψεν, οὐ χρόνου μῆκος μαλακωτέρους ὑμᾶς ἐποίησεν, οὐ φόβοι, οὐκ ἀπειλαί· πρὸς πάντα ἐγένεσθε γενναῖοι. Καὶ τί λέγω, ἐγένεσθε; Τοῦτο ὅπερ ἐπεθύμουν ἀεὶ, κατεφρονήσατε τῶν βιωτικῶν πραγμάτων, ἀπετάξασθε τῇ γῇ, εἰς τὸν οὐρανὸν μετέστητε· ἀπηλλάγητε τῶν συνδέσμων τοῦ σώματος, πρὸς τὴν μακαρίαν ἐκείνην ἁμιλλᾶσθε φιλοσοφίαν. Ταῦτα ἐμοὶ στέφανοι, ταῦτα παράκλησις, ταῦτα παραμυθία, ταῦτα ἐμοὶ ἄλειμμα, ταῦτα ζωὴ, ταῦτα ἀθανασίας ὑπόθεσις.

δʹ. Ἀλλ' ὁρῶ τοῖς ἐμαυτοῦ δόγμασί τινας ἐγκαρτερεῖν με πειθόντων. Φέρει

γὰρ πολλὰ τῶν εὐτυχημάτων εἰς τοὐναντίον· ὅτι οἷς ἐδόκουν ζηλωτὴς εἶναι, περιπέπτωκα τῇ μοχθηρίᾳ· οἱ μὲν κατὰ τὸν τρόπον καθαιροῦντες νικῶσι τὸν ἀγῶνα τῇ διαφορᾷ τῶν πραγμάτων· οὐκ ἠπείλουν, ἀλλὰ παρίσταντο. Ἔστι γὰρ καιρὸς νῦν εἰπεῖν τὰ περὶ τῆς ἐμῆς θλίψεως. Νόμος ἐστὶν, ἀλλ' ὁ νομοθέτης νικᾶται. Τέκνα, μὰ τὴν ὑμετέραν ἀγάπην, βλέπω συσκευὴν πολεμοῦσαν, καὶ τὸν Θεὸν ὑβριζόμενον· βλέπω τὸν ἀγῶνα πίπτοντα, καὶ τὸν ἀγωνοθέτην λυπούμενον· βλέπω τὸ πιθανὸν τῆς ἀληθείας μαραινόμενον, καὶ τὴν συσκευὴν ἀνθοῦσαν. Λέγουσί μοι, ὅτι Ἔφαγες καὶ ἐβάπτισας. Εἰ ἐποίησα τοῦτο, ἀνάθεμα ἔσομαι· μὴ ἀριθμηθείην εἰς ἐπισκόπων ῥίζαν· μὴ γένωμαι μετ' ἀγγέλων· μὴ ἀρέσω Θεῷ· εἰ δὲ καὶ ἔφαγον καὶ ἐβάπτισα, οὐδὲν ἄκαιρον τῶν πραγμάτων ἐποίησα. Πρόσχες μοι μετὰ ἀκριβείας ὃ λέγω, καὶ λέγων οὐ παύσομαι. Ἐμοὶ μὲν τὸ λέγειν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Ἀλλ' ἐπανέλθωμεν ἐπὶ τὸ προκείμενον.

Λέγουσιν ὅτι ἔφαγον καὶ ἐβάπτισα. Καθελέτωσαν οὖν Παῦλον, ὅτι μετὰ τὸ δειπνῆσαι ἐχαρίσατο τῷ δεσμοφύλακι τὸ βάπτισμα. Τολμῶ λέγειν, καθελέτωσαν καὶ αὐτὸν τὸν Χριστὸν, ὅτι μετὰ τὸ δεῖπνον τοῖς μαθηταῖς τὴν κοινωνίαν ἐχαρίσατο. Ἀλλ' εἰκότα καὶ μεγάλα ἡμῖν ταῦτα· ταῦτα φαιδρὰ τῆς εἰρήνης· ταῦτα τοῦ λαοῦ τὰ ἐγκώμια. Ἐμοῦ ὁ στέφανος, ὑμῶν ὁ καρπός. Ἀλλ' οἴδατε, ἀγαπητοὶ, διὰ τί με θέλουσι καθελεῖν. Ὅτι τάπητας οὐχ ἥπλωσα, οὔτε σηρικὰ ἱμάτια οὐκ ἐνεδυσάμην, καὶ ὅτι τὴν γαστριμαργίαν αὐτῶν οὐ παρεμυθησάμην. Ἤνθησαν γὰρ τὰ ἔγγονα τῆς ἀσπίδος, ἔτι περιλέλειπται τῆς Ἰεζάβελ ὁ σπόρος· ἔτι δὲ καὶ ἡ χάρις τῷ Ἠλίᾳ συναγωνίζεται. Φέρε δέ μοι εἰς μέσον τὸν θαυμαστὸν καὶ πλούσιον τῆς ζωῆς κήρυκα, Ἰωάννην λέγω, τὸν πένητα, καὶ ἕως λύχνου μὴ κτησάμενον· εἶχε γὰρ τὴν λαμπάδα τοῦ Χριστοῦ· οὗ τὴν κεφαλὴν ἐπεθύμησεν ἡ τῆς Εὔας συλλειτουργὸς, ἡ τῶν ἁγίων ἐμπόδιον γενομένη, ἡ τοὺς προφήτας διώξασα, ἡ τὴν ἐν δόλῳ νηστείαν κηρύξασα, ἡ ὁμότιμον τοῦ ὀνόματος τῆς ἐχίδνης ἐπισταμένη τὴν ὄρχησιν, ἐν τῷ ἀρίστῳ τῷ ἀτελεῖ ὀρχησαμένη. Οὐκ ἐπεθύμησε ζωὴν, οὐκ ἐπεθύμησε χρημάτων ὄγκον, οὐ βασιλείας ἀξίωμα, οὐκ ἄλλης τινὸς περιουσίας. Ἀλλ' εἰπέ μοι, ἄνθρωπε, τί ἐπεθύμησε; Κεφαλὴν ἀνθρώπου. Τί δὲ λέγω; Οὐ μόνον ἀνθρώπου, ἀλλ' εὐαγγελιστοῦ. Ἀλλ' οὐκ ἐνίκησε λαβοῦσα τὴν κεφαλήν. Ἔτεμε γὰρ τὴν κεφαλὴν αἰτησαμένη, τὴν ἄνομον ἐπιθυμίαν σπουδαίως διὰ πίνακος δεξαμένη. Βλέπε, καὶ θαύμασον τοῦ Θεοῦ τὴν δύναμιν. ∆ιήλεγχεν ὁ ἀναίτιος, ἀπετμήθη· ἀλλ' 52.432 ὁ ἀποτμηθεὶς ἐν δεξιᾷ τοῦ Χριστοῦ, ἡ δὲ ἀπαραίτητον κόλασιν ἐκδέχεται. Πάλιν ἐκείνης τὸ σπέρμα, ὁ σπόρος ὁ ἀκανθώδης ἐπιζητεῖ καὶ σπεύδει. Ἀλλ' Ἡρωδιὰς Ἰωάννου τὴν κεφαλὴν ζητοῦσα πάλιν ὄρχησιν, οὐχ ἣν τοῖς ποσὶ παίζομεν, ἀλλὰ τὴν τῆς Μαρίας ἐπερειδομένην. Πάλιν βοᾷ καὶ λέγει Ἰωάννης· Οὐκ ἔξεστί σοι τὴν γυναῖκα ἔχειν τοῦ ἀδελφοῦ σου. εʹ. Ἀλλὰ τί εἴπω; ∆ακρύων ὁ παρὼν καιρός· πάντα γὰρ εἰς ἀδοξίαν ἐκτρέχει, καὶ πάντα χρόνος κρίνει. Χρυσὸς τὸ ὅλον δοξάζει. Ἀλλὰ φέρε μοι τὸν ἅγιον ∆αυῒδ τὸν λέγοντα καὶ βοῶντα· Χρυσὸς ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν. Ἀλλ' εἰπέ μοι, τίς ἦν οὗτος ὁ ταύτην τὴν φωνὴν ἐπαφείς; Οὐχὶ τὸ τῆς βασιλείας ἐπὶ τῆς κορυφῆς συγκείμενον εἶχεν; οὐκ ἐν τῇ